Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.47.1-5.47.12

雅典与阿耳戈斯等四邦百年同盟条约

第 547 段,共 917 段 · 希腊语

内容简介

雅典、阿耳戈斯、曼提内亚和埃利斯之间缔结的百年和平同盟条约的具体条款被详细列出。条约对相互援助的义务、军队维持费用、指挥权分配、宣誓程序以及同盟石碑的设立地点作出了明确规定。

§5.47.1‘σπονδὰς ἐποιήσαντο ἑκατὸν Ἀθηναῖοι ἔτη καὶ Ἀργεῖοι καὶ Μαντινῆς καὶ Ἠλεῖοι 〈πρὸς ἀλλήλους 〉, ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν ξυμμάχων ὧν ἄρχουσιν ἑκάτεροι, ἀδόλους καὶ ἀβλαβεῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
“雅典人、阿耳戈斯人、曼提内亚人和埃利斯人,为他们自己以及各自统治的盟友,在陆地和海上缔结了为期一百年的、无欺诈且无害的和平条约。
§5.47.2ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν ἐπὶ πημονῇ μήτε Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας καὶ τοὺς ξυμμάχους ἐπὶ Ἀθηναίους καὶ τοὺς ξυμμάχους ὧν ἄρχουσιν Ἀθηναῖοι μήτε Ἀθηναίους καὶ τοὺς ξυμμάχους 〈ὧν ἄρχουσιν Ἀθηναῖοι〉 ἐπὶ Ἀργείους καὶ Ἠλείους καὶ Μαντινέας καὶ τοὺς ξυμμάχους, τέχνῃ μηδὲ μηχανῇ μηδεμιᾷ.
任何一方均不得以损害为目的而动用武力,阿耳戈斯人、埃利斯人、曼提内亚人及其盟友不得针对雅典人及雅典人所统治的盟友,雅典人及雅典人所统治的盟友也不得针对阿耳戈斯人、埃利斯人、曼提内亚人及其盟友,不得使用任何手段或阴谋。
§5.47.3κατὰ τάδε ξυμμάχους εἶναι Ἀθηναίους καὶ Ἀργείους καὶ Μαντινέας καὶ Ἠλείους ἑκατὸν ἔτη.
雅典人、阿耳戈斯人、曼提内亚人和埃利斯人应根据以下条款结为盟友,为期一百年。
ἢν πολέμιοι ἴωσιν ἐπὶ τὴν γῆν τὴν Ἀθηναίων, βοηθεῖν Ἀργείους καὶ Μαντινέας καὶ Ἠλείους Ἀθήναζε, καθ’ ὅτι ἂν ἐπαγγέλλωσιν Ἀθηναῖοι, τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν·
若有敌人入侵雅典人的领土,阿耳戈斯人、曼提内亚人和埃利斯人应当按照雅典人的请求,以其能力所及的最强有力的方式支援雅典。
ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Ἀργείοις καὶ Μαντινεῦσι καὶ Ἠλείοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἁπασῶν τῶν πόλεων τούτων· καταλύειν δὲ μὴ ἐξεῖναι τὸν πόλεμον πρὸς ταύτην τὴν πόλιν μηδεμιᾷ τῶν πόλεων, ἢν μὴ ἁπάσαις δοκῇ.
若入侵者在蹂躏土地后撤离,该城市应被阿耳戈斯人、曼提内亚人、埃利斯人和雅典人视为敌国,并遭到所有这些城市的惩罚;未经所有城市同意,任何城市都不得结束对该城市的战争。
§5.47.4βοηθεῖν δὲ καὶ Ἀθηναίους ἐς Ἄργος καὶ Μαντίνειαν καὶ Ἦλιν, ἢν πολέμιοι ἴωσιν ἐπὶ τὴν γῆν τὴν Ἀργείων ἢ τὴν Μαντινέων ἢ τὴν Ἠλείων, καθ’ ὅτι ἂν ἐπαγγέλλωσιν αἱ πόλεις αὗται, τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν·
若有敌人入侵阿耳戈斯人、曼提内亚人或埃利斯人的领土,雅典人也应当按照这些城市的请求,以其能力所及的最强有力的方式,向阿耳戈斯、曼提内亚和埃利斯提供支援。
ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Ἀθηναίοις καὶ Ἀργείοις καὶ Μαντινεῦσι καὶ Ἠλείοις καὶ κακῶς πάσχειν ὑπὸ ἁπασῶν τούτων τῶν πόλεων· καταλύειν δὲ μὴ ἐξεῖναι τὸν πόλεμον πρὸς ταύτην τὴν πόλιν 〈μηδεμιᾷ τῶν πόλεων〉, ἢν μὴ ἁπάσαις δοκῇ [ταῖς πόλεσιν].
若入侵者在蹂躏土地后撤离,该城市应被雅典人、阿耳戈斯人、曼提内亚人和埃利斯人视为敌国,并遭到所有这些城市的惩罚;未经所有城市同意,任何城市都不得结束对该城市的战争。
§5.47.5ὅπλα δὲ μὴ ἐᾶν ἔχοντας διιέναι ἐπὶ πολέμῳ διὰ τῆς γῆς τῆς σφετέρας αὐτῶν καὶ τῶν ξυμμάχων ὧν ἄρχουσιν ἕκαστοι, μηδὲ κατὰ θάλασσαν, ἢν μὴ ψηφισαμένων τῶν πόλεων ἁπασῶν τὴν δίοδον εἶναι, Ἀθηναίων καὶ Ἀργείων καὶ Μαντινέων καὶ Ἠλείων.
各方均不得允许持械人员出于战争目的通过其本国领土或各自统治的盟友领土,亦不得通过海路,除非所有城市——即雅典、阿耳戈斯、曼提内亚和埃利斯——经投票表决同意其通过。
§5.47.6τοῖς δὲ βοηθοῦσιν ἡ πόλις ἡ πέμπουσα παρεχέτω μέχρι μὲν τριάκοντα ἡμερῶν σῖτον, ἐπὴν ἔλθωσιν ἐς τὴν πόλιν τὴν ἐπαγγείλασαν βοηθεῖν, καὶ ἀπιοῦσι κατὰ ταὐτά·
派遣援助的城市应当为其军队提供自到达请求援助城市之日起最多三十天的口粮,返回时亦同。
ἢν δὲ πλέονα βούληται χρόνον τῇ στρατιᾷ χρῆσθαι, ἡ πόλις ἡ μεταπεμψαμένη διδότω σῖτον, τῷ μὲν ὁπλίτῃ καὶ ψιλῷ καὶ τοξότῃ τρεῖς ὀβολοὺς Αἰγιναίους τῆς ἡμέρας ἑκάστης, τῷ δ’ ἱππεῖ δραχμὴν Αἰγιναίαν.
若召集军队的城市希望使用该军队更长时间,则召集该军队的城市应当提供口粮,标准为:每名重装步兵、轻装步兵和弓箭手每日三埃吉那奥博尔,每名骑兵每日一埃吉那德拉克马。
§5.47.7ἡ δὲ πόλις ἡ μεταπεμψαμένη 〈τῇ στρατιᾷ〉 τὴν ἡγεμονίαν ἐχέτω, ὅταν ἐν τῇ αὑτῆς ὁ πόλεμος ᾖ· ἢν δέ ποι δόξῃ 〈ἁπάσαις 〉 ταῖς πόλεσι κοινῇ στρατεύεσθαι, τὸ ἴσον τῆς ἡγεμονίας μετεῖναι ἁπάσαις ταῖς πόλεσιν.
召集军队的城市在战争于其本国领土进行时拥有指挥权;但若各城市决定共同出征,则指挥权由所有城市平等分享。
§5.47.8ὀμόσαι δὲ τὰς σπονδὰς Ἀθηναίους μὲν ὑπέρ τε σφῶν αὐτῶν καὶ τῶν ξυμμάχων, Ἀργεῖοι δὲ καὶ Μαντινῆς καὶ Ἠλεῖοι καὶ οἱ ξύμμαχοι τούτων κατὰ πόλεις ὀμνύντων.
雅典人应当代表他们自己及其盟友宣誓遵守该条约;阿耳戈斯人、曼提内亚人、埃利斯人及其盟友应当以城市为单位宣誓。
ὀμνύντων δὲ τὸν ἐπιχώριον ὅρκον ἕκαστοι τὸν μέγιστον κατὰ ἱερῶν τελείων.
各方应当在成年牺牲兽面前,立下各自国家最庄严的誓言。
ὁ δὲ ὅρκος ἔστω ὅδε· “ἐμμενῶ τῇ ξυμμαχίᾳ κατὰ τὰ ξυγκείμενα δικαίως καὶ ἀβλαβῶς καὶ ἀδόλως, καὶ οὐ παραβήσομαι τέχνῃ οὐδὲ μηχανῇ οὐδεμιᾷ.
誓言如下:“我将根据所达成的条款,公正、无害、无欺地遵守这一同盟,绝不使用任何手段或阴谋予以违背。
§5.47.9ὀμνύντων δὲ Ἀθήνησι μὲν ἡ βουλὴ καὶ αἱ ἔνδημοι ἀρχαί, ἐξορκούντων δὲ οἱ πρυτάνεις· ἐν Ἄργει δὲ ἡ βουλὴ καὶ οἱ ὀγδοήκοντα καὶ οἱ ἀρτῦναι, ἐξορκούντων δὲ οἱ ὀγδοήκοντα· ἐν δὲ Μαντινείᾳ οἱ δημιουργοὶ καὶ ἡ βουλὴ καὶ αἱ ἄλλαι ἀρχαί, ἐξορκούντων δὲ οἱ θεωροὶ καὶ οἱ πολέμαρχοι· ἐν δὲ Ἤλιδι οἱ δημιουργοὶ καὶ οἱ τὰ τέλη ἔχοντες καὶ οἱ ἑξακόσιοι, ἐξορκούντων δὲ οἱ δημιουργοὶ καὶ οἱ θεσμοφύλακες.
” 在雅典,议会和本地政务官应当宣誓,并由轮值主席监誓;在阿耳戈斯,议会、八十人会和执政官应当宣誓,并由八十人会监誓;在曼提内亚,德米乌尔哥、议会和其他政务官应当宣誓,并由观察员和战争长官监誓;在埃利斯,德米乌尔哥、掌握职权者和六百人会应当宣誓,并由德米乌尔哥和护法官监誓。
§5.47.10ἀνανεοῦσθαι δὲ τοὺς ὅρκους Ἀθηναίους μὲν ἰόντας ἐς Ἦλιν καὶ ἐς Μαντίνειαν καὶ ἐς Ἄργος τριάκοντα ἡμέραις πρὸ Ὀλυμπίων, Ἀργείους δὲ καὶ Ἠλείους καὶ Μαντινέας ἰόντας Ἀθήναζε δέκα ἡμέραις πρὸ Παναθηναίων τῶν μεγάλων.
誓约的更新,雅典人应当在奥林匹亚竞技会前三十天前往埃利斯、曼提内亚和阿耳戈斯进行;阿耳戈斯人、埃利斯人和曼提内亚人应当在大雅典娜节前十天前往雅典进行。
§5.47.11τὰς δὲ ξυνθήκας τὰς περὶ τῶν σπονδῶν καὶ τῶν ὅρκων καὶ τῆς ξυμμαχίας ἀναγράψαι ἐν στήλῃ λιθίνῃ Ἀθηναίους μὲν ἐν πόλει, Ἀργείους δὲ ἐν ἀγορᾷ ἐν τοῦ Ἀπόλλωνος τῷ ἱερῷ, Μαντινέας δὲ ἐν τοῦ Διὸς τῷ ἱερῷ ἐν τῇ ἀγορᾷ· καταθέντων δὲ καὶ Ὀλυμπίασι στήλην χαλκῆν κοινῇ Ὀλυμπίοις τοῖς νυνί.
关于和约、誓言及同盟的契约应当刻在石碑上:雅典人立于卫城,阿耳戈斯人立于广场上的阿波罗神殿,曼提内亚人立于广场上的宙斯神殿;各方还应当在本次奥林匹亚竞技会期间,共同在奥林匹亚立一尊青铜碑。
§5.47.12ἐὰν δέ τι δοκῇ ἄμεινον εἶναι ταῖς πόλεσι ταύταις προσθεῖναι πρὸς τοῖς ξυγκειμένοις, ὅτι [δ᾽] ἂν δόξῃ ταῖς πόλεσιν ἁπάσαις κοινῇ βουλευομέναις, τοῦτο κύριον εἶναι.
若这些城市认为在已达成的条款中增补任何更有利的内容是更好的,只要经所有城市共同协商并达成一致,该增补便具有法律效力。

词汇与语法注释

  1. 5.47.1σπονδὰς ἐποιήσαντο... ἑκατὸν ἔτη — "ἑκατὸν ἔτη" 是表示时间持续的宾格(“一百年之久”)。动词 "ἐποιήσαντο" 为中间体,意为“为他们自己缔结(和约)”。
  2. 5.47.2ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν — 非人称动词 "ἔξεστι"(可以、允许)的单数第三人称命令式 "ἐξέστω" 支配不定式 "ἐπιφέρειν"。由于是命令式句式,故使用否定词 "μή"。
  3. 5.47.3κατὰ τάδε ξυμμάχους εἶναι — 不定式 "εἶναι" 用作“命令性不定式”(imperative infinitive),这是官方文件和条约中常见的用法,用以表示命令或义务。
  4. 5.47.3ἢν δὲ δῃώσαντες οἴχωνται — 与 "οἴχωνται" 结合的分词 "δῃώσαντες" 属于补充性分词(supplementary participle),强调在蹂躏完土地之后撤离或离去的动作。
  5. 5.47.5ἢν μὴ ψηφισαμένων τῶν πόλεων ἁπασῶν — "ψηφισαμένων τῶν πόλεων ἁπασῶν" 是属格独立结构(genitive absolute),嵌套在条件从句 "ἢν μὴ" 中,表示例外情况(“除非所有城市都投票通过”)。
  6. 5.47.6ἐπὴν ἔλθωσιν... καὶ ἀπιοῦσι κατὰ ταὐτά — 与格分词 "ἀπιοῦσι"(在归去时)与时间从句 "ἐπὴν ἔλθωσιν"(当抵达时)相呼应,用作表示时间关系的与格,简要指明撤退时的情况。
  7. 5.47.10τριάκοντα ἡμεραις πρὸ Ὀλυμπίων — 与格 "τριάκοντα ἡμέραις" 是表示程度差异的与格(dative of measure of difference),用以说明时间间隔的长度(“奥林匹亚竞技会前三十天”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.47.1-5.47.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.47.1-5.47.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。