§4.54.1κατασχόντες οὖν οἱ Ἀθηναῖοι τῷ στρατῷ, δέκα μὲν ναυσὶ καὶ δισχιλίοις Μιλησίων ὁπλίταις τὴν ἐπὶ θαλάσσῃ πόλιν Σκάνδειαν καλουμένην αἱροῦσι, τῷ δὲ ἄλλῳ στρατεύματι ἀποβάντες τῆς νήσου ἐς τὰ πρὸς Μαλέαν τετραμμένα ἐχώρουν ἐπὶ τὴν [ἐπὶ θαλάσσῃ] πόλιν τῶν Κυθηρίων, καὶ ηὗρον εὐθὺς αὐτοὺς ἐστρατοπεδευμένους ἅπαντας.
こうしてアテナイ人は軍勢を率いて上陸し、十隻の船と二千人のミレトス人重装歩兵によって、スカンデイアと呼ばれる海沿いの町を占領した。 そして残りの軍勢を率いて、マレア岬に面した島の一部に上陸し、キュテラ人の[海沿いの]市に向かって進軍すると、ただちに彼ら全員が布陣しているのを見いだした。
§4.54.2καὶ μάχης γενομένης ὀλίγον μέν τινα χρόνον ὑπέστησαν οἱ Κυθήριοι, ἔπειτα τραπόμενοι κατέφυγον ἐς τὴν ἄνω πόλιν, καὶ ὕστερον ξυνέβησαν πρὸς Νικίαν καὶ τοὺς ξυνάρχοντας Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου.
アンド戦闘が始まると、キュテラ人はわずかな時間こそ持ちこたえたが、やがて敗走して上の市へと逃げ込み、その後、ニキアスおよびその同僚の将軍たちと合意に達し、死刑の適用を除外することを条件に、自らの身の処置をアテナイ人に委ねることにした。
§4.54.3ἦσαν δέ τινες καὶ γενόμενοι τῷ Νικίᾳ λόγοι πρότερον πρός τινας τῶν Κυθηρίων, δι’ ὃ καὶ θᾶσσον καὶ ἐπιτηδειότερον τό τε παραυτίκα καὶ τὸ ἔπειτα τὰ τῆς ὁμολογίας ἐπράχθη αὐτοῖς·
実は、以前にニキアスとキュテラ人の何人かとの間で事前の話し合いがなされており、そのために、現在および将来にわたる降伏合意の条件が、彼らにとってより迅速に、かつより有利に運ばれたのである。
ἀνέστησαν γὰρ 〈ἂν〉 οἱ Ἀθηναῖοι Κυθηρίους, Λακεδαιμονίους τε ὄντας καὶ ἐπὶ τῇ Λακωνικῇ τῆς νήσου οὕτως ἐπικειμένης.
さもなければ、アテナイ人はキュテラ人を強制退去させていたであろう。 彼らがラケダイモン人であり、しかもその島がラコニカ地方の目と鼻の先に位置しているからである。
§4.54.4μετὰ δὲ τὴν ξύμβασιν οἱ Ἀθηναῖοι τήν τε Σκάνδειαν τὸ ἐπὶ τῷ λιμένι πόλισμα παραλαβόντες καὶ τῶν Κυθήρων φυλακὴν ποιησάμενοι ἔπλευσαν ἔς τε Ἀσίνην καὶ Ἕλος καὶ τὰ πλεῖστα τῶν περὶ θάλασσαν, καὶ ἀποβάσεις ποιούμενοι καὶ ἐναυλιζόμενοι τῶν χωρίων οὗ καιρὸς εἴη ἐδῄουν τὴν γῆν ἡμέρας μάλιστα ἑπτά.
この合意ののち、アテナイ人は港にある町スカンデイアを引き取り、キュテラ島に守備隊を置くと、アシネやヘロス、その他海岸沿いの大半の地域へと船を出し、上陸を行って都合のよい場所に陣を張りながら、およそ七日間にわたってその土地を略奪した。