§4.54.1κατασχόντες οὖν οἱ Ἀθηναῖοι τῷ στρατῷ, δέκα μὲν ναυσὶ καὶ δισχιλίοις Μιλησίων ὁπλίταις τὴν ἐπὶ θαλάσσῃ πόλιν Σκάνδειαν καλουμένην αἱροῦσι, τῷ δὲ ἄλλῳ στρατεύματι ἀποβάντες τῆς νήσου ἐς τὰ πρὸς Μαλέαν τετραμμένα ἐχώρουν ἐπὶ τὴν [ἐπὶ θαλάσσῃ] πόλιν τῶν Κυθηρίων, καὶ ηὗρον εὐθὺς αὐτοὺς ἐστρατοπεδευμένους ἅπαντας.
So the Athenians, having put in with their army, captured with ten ships and two thousand Milesian hoplites the seaside town called Scandea; and with the rest of the army, having disembarked on the part of the island facing Malea, they marched against the [seaside] city of the Cytherians, and immediately found them all encamped.
§4.54.2καὶ μάχης γενομένης ὀλίγον μέν τινα χρόνον ὑπέστησαν οἱ Κυθήριοι, ἔπειτα τραπόμενοι κατέφυγον ἐς τὴν ἄνω πόλιν, καὶ ὕστερον ξυνέβησαν πρὸς Νικίαν καὶ τοὺς ξυνάρχοντας Ἀθηναίοις ἐπιτρέψαι περὶ σφῶν αὐτῶν πλὴν θανάτου.
And a battle having taken place, the Cytherians stood their ground for a short time, but then turned and fled into the upper city; and afterwards they came to an agreement with Nicias and his colleagues to surrender themselves to the Athenians, on condition of sparing their lives.
§4.54.3ἦσαν δέ τινες καὶ γενόμενοι τῷ Νικίᾳ λόγοι πρότερον πρός τινας τῶν Κυθηρίων, δι’ ὃ καὶ θᾶσσον καὶ ἐπιτηδειότερον τό τε παραυτίκα καὶ τὸ ἔπειτα τὰ τῆς ὁμολογίας ἐπράχθη αὐτοῖς· ἀνέστησαν γὰρ 〈ἂν〉 οἱ Ἀθηναῖοι Κυθηρίους, Λακεδαιμονίους τε ὄντας καὶ ἐπὶ τῇ Λακωνικῇ τῆς νήσου οὕτως ἐπικειμένης.
For some communication had also previously taken place between Nicias and some of the Cytherians, because of which the terms of the agreement, both for the immediate present and for the future, were settled for them both more quickly and more favorably; for otherwise the Athenians would have expelled the Cytherians, since they were Lacedaemonians and the island lay so close off Laconia.
§4.54.4μετὰ δὲ τὴν ξύμβασιν οἱ Ἀθηναῖοι τήν τε Σκάνδειαν τὸ ἐπὶ τῷ λιμένι πόλισμα παραλαβόντες καὶ τῶν Κυθήρων φυλακὴν ποιησάμενοι ἔπλευσαν ἔς τε Ἀσίνην καὶ Ἕλος καὶ τὰ πλεῖστα τῶν περὶ θάλασσαν, καὶ ἀποβάσεις ποιούμενοι καὶ ἐναυλιζόμενοι τῶν χωρίων οὗ καιρὸς εἴη ἐδῄουν τὴν γῆν ἡμέρας μάλιστα ἑπτά.
After the agreement, the Athenians took over Scandea, the town at the harbor, and established a garrison in Cythera; then they sailed to Asine, Helos, and most of the places near the sea, and making landings and encamping at such points of the country as opportunity offered, they ravaged the land for about seven days.