§4.50.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Ἀριστείδης ὁ Ἀρχίππου, εἷς τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγός, αἳ ἐξεπέμφθησαν πρὸς τοὺς ξυμμάχους, Ἀρταφέρνην ἄνδρα Πέρσην παρὰ βασιλέως πορευόμενον ἐς Λακεδαίμονα ξυλλαμβάνει ἐν Ἠιόνι τῇ ἐπὶ Στρυμόνι.
続く冬、アテナイの資金調達船隊の将軍の一人であり、同盟諸国へ派遣されていた船隊を率いていたアルキッポスの子アリステイデスは、王のもとからラケダイモンへと赴く途中のペルシア人アルタペルネスを、ストリュモン川沿いのエイオンにおいて逮捕した。
§4.50.2καὶ αὐτοῦ κομισθέντος οἱ Ἀθηναῖοι τὰς μὲν ἐπιστολὰς μεταγραψάμενοι ἐκ τῶν Ἀσσυρίων γραμμάτων ἀνέγνωσαν, ἐν αἷς πολλῶν ἄλλων γεγραμμένων κεφάλαιον ἦν πρὸς Λακεδαιμονίους, οὐ γιγνώσκειν ὅτι βούλονται·
彼が連行されると、アテナイ人たちはその書簡をアッシリア文字から翻訳して読んだ。 その書簡には、多くの他のことが書かれていたが、ラケダイモン人宛てのメッセージの要旨は、彼ら(ラケダイモン人)が何を望んでいるのか(王には)理解できない、ということであった。
πολλῶν γὰρ ἐλθόντων πρέσβεων οὐδένα ταὐτὰ λέγειν·
というのも、多くの使節がやって来たものの、誰も同じことを言わないからである。
εἰ οὖν τι βούλονται σαφὲς λέγειν, πέμψαι μετὰ τοῦ Πέρσου ἄνδρας ὡς αὐτόν.
それゆえ、もし何か明確なことを言いたいのであれば、このペルシア人と一緒に行き手を彼のところへ派遣せよ、とのことだった。
§4.50.3τὸν δὲ Ἀρταφέρνην ὕστερον οἱ Ἀθηναῖοι ἀποστέλλουσι τριήρει ἐς Ἔφεσον καὶ πρέσβεις ἅμα·
その後、アテナイ人たちはアルタペルネスを三段櫂船でエペソスへと送り返し、同時に使節たちも派遣した。
οἳ πυθόμενοι αὐτόθι βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ τεθνηκότα (κατὰ γὰρ τοῦτον τὸν χρόνον ἐτελεύτησεν) ἐπ’ οἴκου ἀνεχώρησαν.
使節たちは、現地でクセルクセスの子アルタクセルクセス王が最近亡くなったことを知ると(なぜなら、王はこの時期に亡くなったからである)、帰国した。