§4.50.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Ἀριστείδης ὁ Ἀρχίππου, εἷς τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγός, αἳ ἐξεπέμφθησαν πρὸς τοὺς ξυμμάχους, Ἀρταφέρνην ἄνδρα Πέρσην παρὰ βασιλέως πορευόμενον ἐς Λακεδαίμονα ξυλλαμβάνει ἐν Ἠιόνι τῇ ἐπὶ Στρυμόνι.
在接下来的冬天里,阿尔奇普斯之子阿里斯提德,作为被派往同盟国的雅典征金船队的将军之一,在斯特里蒙河畔的埃昂,逮捕了正从波斯国王处前往拉刻代蒙的波斯人阿尔塔费内斯。
§4.50.2καὶ αὐτοῦ κομισθέντος οἱ Ἀθηναῖοι τὰς μὲν ἐπιστολὰς μεταγραψάμενοι ἐκ τῶν Ἀσσυρίων γραμμάτων ἀνέγνωσαν, ἐν αἷς πολλῶν ἄλλων γεγραμμένων κεφάλαιον ἦν πρὸς Λακεδαιμονίους, οὐ γιγνώσκειν ὅτι βούλονται· πολλῶν γὰρ ἐλθόντων πρέσβεων οὐδένα ταὐτὰ λέγειν·
在他被押送来之后,雅典人将信件从阿述文字翻译并阅读。 在这些信件中,除了写有许多其他事情外,给拉刻代蒙人的要旨是,国王不明白他们想要什么;因为虽然有许多使者前来,但没有人的说法是一致的。
εἰ οὖν τι βούλονται σαφὲς λέγειν, πέμψαι μετὰ τοῦ Πέρσου ἄνδρας ὡς αὐτόν.
因此,如果他们想说明确的事,就应当派人和这个波斯人一起到他那里去。
§4.50.3τὸν δὲ Ἀρταφέρνην ὕστερον οἱ Ἀθηναῖοι ἀποστέλλουσι τριήρει ἐς Ἔφεσον καὶ πρέσβεις ἅμα·
后来,雅典人派一艘三列桨战船将阿尔塔费内斯送回以弗所,并同时派去了使者。
οἳ πυθόμενοι αὐτόθι βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ τεθνηκότα (κατὰ γὰρ τοῦτον τὸν χρόνον ἐτελεύτησεν) ἐπ’ οἴκου ἀνεχώρησαν.
使者们在当地得知薛西斯之子阿尔塔薛西斯国王刚刚去世(因为他大约在此时去世),便返回了家园。