§4.50.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Ἀριστείδης ὁ Ἀρχίππου, εἷς τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγός, αἳ ἐξεπέμφθησαν πρὸς τοὺς ξυμμάχους, Ἀρταφέρνην ἄνδρα Πέρσην παρὰ βασιλέως πορευόμενον ἐς Λακεδαίμονα ξυλλαμβάνει ἐν Ἠιόνι τῇ ἐπὶ Στρυμόνι.
In the following winter, Aristeides the son of Archippus, one of the commanders of the Athenian money-collecting ships which had been sent out to the allies, captured Artaphernes, a Persian, at Eion on the Strymon, while he was on his way from the King to Lacedaemon.
§4.50.2καὶ αὐτοῦ κομισθέντος οἱ Ἀθηναῖοι τὰς μὲν ἐπιστολὰς μεταγραψάμενοι ἐκ τῶν Ἀσσυρίων γραμμάτων ἀνέγνωσαν, ἐν αἷς πολλῶν ἄλλων γεγραμμένων κεφάλαιον ἦν πρὸς Λακεδαιμονίους, οὐ γιγνώσκειν ὅτι βούλονται·
After he was brought to Athens, the Athenians translated the letters from the Assyrian characters and read them.
πολλῶν γὰρ ἐλθόντων πρέσβεων οὐδένα ταὐτὰ λέγειν· εἰ οὖν τι βούλονται σαφὲς λέγειν, πέμψαι μετὰ τοῦ Πέρσου ἄνδρας ὡς αὐτόν.
In these, among many other things, the substance of the message to the Lacedaemonians was that the King did not understand what they wanted; for although many envoys had come, no two said the same thing; if, therefore, they wished to say anything clear, they should send men to him in company with this Persian.
§4.50.3τὸν δὲ Ἀρταφέρνην ὕστερον οἱ Ἀθηναῖοι ἀποστέλλουσι τριήρει ἐς Ἔφεσον καὶ πρέσβεις ἅμα· οἳ πυθόμενοι αὐτόθι βασιλέα Ἀρταξέρξην τὸν Ξέρξου νεωστὶ τεθνηκότα (κατὰ γὰρ τοῦτον τὸν χρόνον ἐτελεύτησεν) ἐπ’ οἴκου ἀνεχώρησαν.
Afterwards, the Athenians sent Artaphernes back in a trireme to Ephesus, and sent envoys with him; but when they arrived there and learned that King Artaxerxes, the son of Xerxes, was recently dead (for he died about that time), the envoys returned home.