§4.25.1ἐν τούτῳ οὖν τῷ μεταξὺ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶν ὀλίγῳ πλέοσιν ἢ τριάκοντα ἠναγκάσθησαν ὀψὲ τῆς ἡμέρας ναυμαχῆσαι περὶ πλοίου διαπλέοντος, ἀντεπαναγόμενοι πρός τε Ἀθηναίων ναῦς ἑκκαίδεκα καὶ Ῥηγίνας ὀκτώ.
この中間の期間に、シュラコサイ人とその同盟軍は、30隻よりわずかに多い船をもって、通過する船をめぐって、日の暮れ方に海戦を行うことを強いられた。 彼らはアテナイの船16隻、レギオンの船8隻に対して出撃したのである。
§4.25.2καὶ νικηθέντες ὑπὸ τῶν Ἀθηναίων διὰ τάχους ἀπέπλευσαν ὡς ἕκαστοι ἔτυχον ἐς τὰ οἰκεῖα στρατόπεδα, τό τε ἐν τῇ Μεσσήνῃ καὶ ἐν τῷ Ῥηγίῳ, μίαν ναῦν ἀπολέσαντες· καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ.
そしてアテナイ人に敗北し、彼らは急いで、それぞれが至った自軍の陣地、すなわちメッセネとレギオンの陣地へと退却した。 船1隻を失い、夜が戦いに終止符を打った。
§4.25.3μετὰ δὲ τοῦτο οἱ μὲν Λοκροὶ ἀπῆλθον ἐκ τῆς Ῥηγίνων, ἐπὶ δὲ τὴν Πελωρίδα τῆς Μεσσήνης ξυλλεγεῖσαι αἱ τῶν Συρακοσίων καὶ ξυμμάχων νῆες ὥρμουν καὶ ὁ πεζὸς αὐτοῖς παρῆν.
この後、ロクロイ人はレギオンの領土から撤退し、シュラコサイ人と同盟軍の船はメッセネのペロリスに集結して停泊し、陸上部隊も彼らに同行していた。
§4.25.4προσπλεύσαντες δὲ οἱ Ἀθηναῖοι καὶ Ῥηγῖνοι ὁρῶντες τὰς ναῦς κενὰς ἐνέβαλον, καὶ χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ μίαν ναῦν αὐτοὶ ἀπώλεσαν τῶν ἀνδρῶν ἀποκολυμβησάντων.
アテナイ人とレギオン人は船を寄せて、それらの船が無人であるのを見て攻撃を加えたが、鉄の手が投げられたとき、乗組員たちが泳いで逃げ、彼ら自身(アテナイ・レギオン側)の船1隻を失った。
§4.25.5καὶ μετὰ τοῦτο τῶν Συρακοσίων ἐσβάντων ἐς τὰς ναῦς καὶ παραπλεόντων ἀπὸ κάλω ἐς τὴν Μεσσήνην, αὖθις προσβαλόντες οἱ Ἀθηναῖοι, ἀποσιμωσάντων ἐκείνων καὶ προεμβαλόντων, ἑτέραν ναῦν ἀπολλύουσιν.
この後、シュラコサイ人が船に乗り込み、綱で引かれながらメッセネへと沿岸を航行していたとき、アテナイ人が再び攻撃したが、敵が船首をかわして先制突撃してきたため、彼らはもう1隻の船を失った。
§4.25.6καὶ ἐν τῷ παράπλῳ καὶ τῇ ναυμαχίᾳ τοιουτοτρόπῳ γενομένῃ οὐκ ἔλασσον ἔχοντες οἱ Συρακόσιοι παρεκομίσθησαν ἐς τὸν ἐν τῇ Μεσσήνῃ λιμένα.
このようにして行われた沿岸航行と海戦において、シュラコサイ人は劣勢に立つことなく、メッセネの港に到着した。
§4.25.7καὶ οἱ μὲν Ἀθηναῖοι, Καμαρίνης ἀγγελθείσης προδίδοσθαι Συρακοσίοις ὑπ’ Ἀρχίου καὶ τῶν μετ’ αὐτοῦ, ἔπλευσαν ἐκεῖσε·
他方、アテナイ人は、カマリナがアルキアスとその一派によってシュラコサイ人に引き渡されようとしているとの報を受け、そこへ出帆した。
Μεσσήνιοι δ’ ἐν τούτῳ πανδημεὶ κατὰ γῆν καὶ ταῖς ναυσὶν ἅμα ἐστράτευσαν ἐπὶ Νάξον τὴν Χαλκιδικὴν ὅμορον οὖσαν.
その間にメッセネ人は、全軍を挙げて陸路と海路から同時に、隣接するカルキス人の都市であるナクソスへと遠征した。
§4.25.8καὶ τῇ πρώτῃ ἡμέρᾳ τειχήρεις ποιήσαντες τοὺς Ναξίους ἐδῄουν τὴν γῆν, τῇ δ’ ὑστεραίᾳ ταῖς μὲν ναυσὶ περιπλεύσαντες κατὰ τὸν Ἀκεσίνην ποταμὸν τὴν γῆν ἐδῄουν, τῷ δὲ πεζῷ πρὸς τὴν πόλιν ἐσέβαλλον.
そして最初の日、彼らはナクソス人を城壁内に閉じ込め、彼らの土地を略奪した。 翌日には、船でアケシネス川に沿って迂回して土地を略奪し、陸上部隊は都市に攻撃を加えた。
§4.25.9ἐν τούτῳ δὲ οἱ Σικελοὶ ὑπὲρ τῶν ἄκρων πολλοὶ κατέβαινον βοηθοῦντες ἐπὶ τοὺς Μεσσηνίους.
この間に、多くのシケロイ人が山頂からメッセネ人に対抗して救援に下ってきた。
καὶ οἱ Νάξιοι ὡς εἶδον, θαρσήσαντες καὶ παρακελευόμενοι ἐν ἑαυτοῖς ὡς οἱ Λεοντῖνοι σφίσι καὶ οἱ ἄλλοι Ἕλληνες ξύμμαχοι ἐς τιμωρίαν ἐπέρχονται, ἐκδραμόντες ἄφνω ἐκ τῆς πόλεως προσπίπτουσι τοῖς Μεσσηνίοις, καὶ τρέψαντες ἀπέκτεινάν τε ὑπὲρ χιλίους καὶ οἱ λοιποὶ χαλεπῶς ἀπεχώρησαν ἐπ’ οἴκου·
ナクソス人はこれを見て勇気づけられ、レオンティノイ人や他のギリシア人同盟軍が自分たちを救援するために進軍してきていると互いに励まし合い、突如都市から打って出てメッセネ人に襲いかかった。 そして彼らを敗走させて千人以上を殺害し、残りの者は辛うじて帰国した。
καὶ γὰρ οἱ βάρβαροι ἐν ταῖς ὁδοῖς ἐπιπεσόντες τοὺς πλείστους διέφθειραν.
というのも、非ギリシア人たちが道中で彼らに襲いかかり、その大部分を殺害したからである。
§4.25.10καὶ αἱ νῆες σχοῦσαι ἐς τὴν Μεσσήνην ὕστερον ἐπ’ οἴκου ἕκασται διεκρίθησαν.
メッセネの船はメッセネに寄港した後、後にそれぞれ自国へと散っていった。
Λεοντῖνοι δὲ εὐθὺς καὶ οἱ ξύμμαχοι μετὰ Ἀθηναίων ἐς τὴν Μεσσήνην ὡς κεκακωμένην ἐστράτευον, καὶ προσβάλλοντες οἱ μὲν Ἀθηναῖοι κατὰ τὸν λιμένα ταῖς ναυσὶν ἐπείρων, ὁ δὲ πεζὸς πρὸς τὴν πόλιν.
一方、レオンティノイ人と同盟軍はただちにアテナイ人と共に、打撃を受けたメッセネへと遠征し、アテナイ人は港から船で攻撃を試み、陸上部隊は都市に対して攻撃を試みた。
§4.25.11ἐπεκδρομὴν δὲ ποιησάμενοι οἱ Μεσσήνιοι καὶ Λοκρῶν τινὲς μετὰ τοῦ Δημοτέλους, οἳ μετὰ τὸ πάθος ἐγκατελείφθησαν φρουροί, ἐξαπιναίως προσπεσόντες τρέπουσι τοῦ στρατεύματος τῶν Λεοντίνων τὸ πολὺ καὶ ἀπέκτειναν πολλούς.
メッセネ人と、敗北の後に守備兵として残されていたデモテレス率いるロクロイ人の一部は、打って出て不意に襲いかかり、レオンティノイ軍の大部分を敗走させ、多くを殺害した。
ἰδόντες δὲ οἱ Ἀθηναῖοι καὶ ἀποβάντες ἀπὸ τῶν νεῶν ἐβοήθουν, καὶ κατεδίωξαν τοὺς Μεσσηνίους πάλιν ἐς τὴν πόλιν,τεταραγμένοις ἐπιγενόμενοι·
アテナイ人はこれを見て船から上陸して救援し、混乱していたメッセネ人に襲いかかって、再び彼らを都市へと追いやった。
καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν ἐς τὸ Ῥήγιον.
そして記念碑を建てた後、レギオンへと退却した。
§4.25.12μετὰ δὲ τοῦτο οἱ μὲν ἐν τῇ Σικελίᾳ Ἕλληνες ἄνευ τῶν Ἀθηναίων κατὰ γῆν ἐστράτευον ἐπ᾽ ἀλλήλους.
この後、シケリアのギリシア人たちはアテナイ人を交えずに、陸路でお互いに対して遠征を行った。