§4.25.1ἐν τούτῳ οὖν τῷ μεταξὺ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶν ὀλίγῳ πλέοσιν ἢ τριάκοντα ἠναγκάσθησαν ὀψὲ τῆς ἡμέρας ναυμαχῆσαι περὶ πλοίου διαπλέοντος, ἀντεπαναγόμενοι πρός τε Ἀθηναίων ναῦς ἑκκαίδεκα καὶ Ῥηγίνας ὀκτώ. §4.25.2καὶ νικηθέντες ὑπὸ τῶν Ἀθηναίων διὰ τάχους ἀπέπλευσαν ὡς ἕκαστοι ἔτυχον ἐς τὰ οἰκεῖα στρατόπεδα, τό τε ἐν τῇ Μεσσήνῃ καὶ ἐν τῷ Ῥηγίῳ, μίαν ναῦν ἀπολέσαντες· καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ. §4.25.3μετὰ δὲ τοῦτο οἱ μὲν Λοκροὶ ἀπῆλθον ἐκ τῆς Ῥηγίνων, ἐπὶ δὲ τὴν Πελωρίδα τῆς Μεσσήνης ξυλλεγεῖσαι αἱ τῶν Συρακοσίων καὶ ξυμμάχων νῆες ὥρμουν καὶ ὁ πεζὸς αὐτοῖς παρῆν. §4.25.4προσπλεύσαντες δὲ οἱ Ἀθηναῖοι καὶ Ῥηγῖνοι ὁρῶντες τὰς ναῦς κενὰς ἐνέβαλον, καὶ χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ μίαν ναῦν αὐτοὶ ἀπώλεσαν τῶν ἀνδρῶν ἀποκολυμβησάντων. §4.25.5καὶ μετὰ τοῦτο τῶν Συρακοσίων ἐσβάντων ἐς τὰς ναῦς καὶ παραπλεόντων ἀπὸ κάλω ἐς τὴν Μεσσήνην, αὖθις προσβαλόντες οἱ Ἀθηναῖοι, ἀποσιμωσάντων ἐκείνων καὶ προεμβαλόντων, ἑτέραν ναῦν ἀπολλύουσιν. §4.25.6καὶ ἐν τῷ παράπλῳ καὶ τῇ ναυμαχίᾳ τοιουτοτρόπῳ γενομένῃ οὐκ ἔλασσον ἔχοντες οἱ Συρακόσιοι παρεκομίσθησαν ἐς τὸν ἐν τῇ Μεσσήνῃ λιμένα. §4.25.7καὶ οἱ μὲν Ἀθηναῖοι, Καμαρίνης ἀγγελθείσης προδίδοσθαι Συρακοσίοις ὑπ’ Ἀρχίου καὶ τῶν μετ’ αὐτοῦ, ἔπλευσαν ἐκεῖσε· Μεσσήνιοι δ’ ἐν τούτῳ πανδημεὶ κατὰ γῆν καὶ ταῖς ναυσὶν ἅμα ἐστράτευσαν ἐπὶ Νάξον τὴν Χαλκιδικὴν ὅμορον οὖσαν. §4.25.8καὶ τῇ πρώτῃ ἡμέρᾳ τειχήρεις ποιήσαντες τοὺς Ναξίους ἐδῄουν τὴν γῆν, τῇ δ’ ὑστεραίᾳ ταῖς μὲν ναυσὶ περιπλεύσαντες κατὰ τὸν Ἀκεσίνην ποταμὸν τὴν γῆν ἐδῄουν, τῷ δὲ πεζῷ πρὸς τὴν πόλιν ἐσέβαλλον. §4.25.9ἐν τούτῳ δὲ οἱ Σικελοὶ ὑπὲρ τῶν ἄκρων πολλοὶ κατέβαινον βοηθοῦντες ἐπὶ τοὺς Μεσσηνίους.
During this interval, the Syracusans and their allies, with a little more than thirty ships, were forced to fight a sea-battle late in the day over a vessel that was sailing through, putting out against sixteen Athenian and eight Rhegian ships. And being defeated by the Athenians, they sailed away in haste, each as they happened, to their respective camps, the one at Messene and the other at Rhegium, having lost one ship; and night put an end to the action. After this, the Locrians departed from the territory of the Rhegians, and the ships of the Syracusans and their allies, having assembled at Peloris in the territory of Messene, lay at anchor, and their land force was present with them. The Athenians and Rhegians, having sailed up and seeing the ships empty, made an attack, but when an iron hand was thrown upon them, they themselves lost one ship, the men having swum away. And after this, when the Syracusans had embarked and were coasting along towed by ropes towards Messene, the Athenians attacked them again, but the enemy having turned their ships outward and made a counter-charge, they lost another ship. And in the coasting voyage and the sea-fight which took place in this manner, the Syracusans, having the best of it, were brought safe into the harbor at Messene. And the Athenians, on news being brought that Camarina was being betrayed to the Syracusans by Archias and his party, sailed thither; while the Messenians meanwhile, with their entire force by land and at the same time with their ships, made an expedition against Naxos, the Chalcidian city, which was their neighbor. And on the first day, having shut up the Naxians within their walls, they ravaged their land; and on the next day, having sailed round with their ships along the river Acesines, they ravaged the land, while they made an assault on the city with their land force. Meanwhile, many Sicels came down from the heights to assist against the Messenians.
καὶ οἱ Νάξιοι ὡς εἶδον, θαρσήσαντες καὶ παρακελευόμενοι ἐν ἑαυτοῖς ὡς οἱ Λεοντῖνοι σφίσι καὶ οἱ ἄλλοι Ἕλληνες ξύμμαχοι ἐς τιμωρίαν ἐπέρχονται, ἐκδραμόντες ἄφνω ἐκ τῆς πόλεως προσπίπτουσι τοῖς Μεσσηνίοις, καὶ τρέψαντες ἀπέκτεινάν τε ὑπὲρ χιλίους καὶ οἱ λοιποὶ χαλεπῶς ἀπεχώρησαν ἐπ’ οἴκου· καὶ γὰρ οἱ βάρβαροι ἐν ταῖς ὁδοῖς ἐπιπεσόντες τοὺς πλείστους διέφθειραν. §4.25.10καὶ αἱ νῆες σχοῦσαι ἐς τὴν Μεσσήνην ὕστερον ἐπ’ οἴκου ἕκασται διεκρίθησαν.
And when the Naxians saw them, taking courage and exhorting one another that the Leontines and their other Greek allies were coming to their rescue, they sallied out suddenly from the city and fell upon the Messenians, and having routed them, they killed over a thousand, and the rest retreated home with difficulty; for the barbarians fell upon them on the roads and destroyed most of them. And the ships, having put into Messene, afterwards dispersed to their respective homes.
Λεοντῖνοι δὲ εὐθὺς καὶ οἱ ξύμμαχοι μετὰ Ἀθηναίων ἐς τὴν Μεσσήνην ὡς κεκακωμένην ἐστράτευον, καὶ προσβάλλοντες οἱ μὲν Ἀθηναῖοι κατὰ τὸν λιμένα ταῖς ναυσὶν ἐπείρων, ὁ δὲ πεζὸς πρὸς τὴν πόλιν. §4.25.11ἐπεκδρομὴν δὲ ποιησάμενοι οἱ Μεσσήνιοι καὶ Λοκρῶν τινὲς μετὰ τοῦ Δημοτέλους, οἳ μετὰ τὸ πάθος ἐγκατελείφθησαν φρουροί, ἐξαπιναίως προσπεσόντες τρέπουσι τοῦ στρατεύματος τῶν Λεοντίνων τὸ πολὺ καὶ ἀπέκτειναν πολλούς.
But the Leontines and their allies immediately marched with the Athenians against Messene, as being weakened, and the Athenians made an attempt with their ships at the harbor, while the land force assaulted the city. But the Messenians and some Locrians under Demoteles, who had been left behind as a guard after the disaster, making a sally and falling upon them suddenly, routed the greater part of the army of the Leontines and killed many.
ἰδόντες δὲ οἱ Ἀθηναῖοι καὶ ἀποβάντες ἀπὸ τῶν νεῶν ἐβοήθουν, καὶ κατεδίωξαν τοὺς Μεσσηνίους πάλιν ἐς τὴν πόλιν,τεταραγμένοις ἐπιγενόμενοι· καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν ἐς τὸ Ῥήγιον. §4.25.12μετὰ δὲ τοῦτο οἱ μὲν ἐν τῇ Σικελίᾳ Ἕλληνες ἄνευ τῶν Ἀθηναίων κατὰ γῆν ἐστράτευον ἐπ᾽ ἀλλήλους.
The Athenians, seeing this, disembarked from their ships and came to the rescue, and falling upon the Messenians who were in disorder, drove them back into the city; and having erected a trophy, they returned to Rhegium. After this, the Greeks in Sicily, without the Athenians, made war against one another by land.