§4.25.1ἐν τούτῳ οὖν τῷ μεταξὺ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶν ὀλίγῳ πλέοσιν ἢ τριάκοντα ἠναγκάσθησαν ὀψὲ τῆς ἡμέρας ναυμαχῆσαι περὶ πλοίου διαπλέοντος, ἀντεπαναγόμενοι πρός τε Ἀθηναίων ναῦς ἑκκαίδεκα καὶ Ῥηγίνας ὀκτώ.
在这段间隔期间,叙拉古人及其盟友拥有三十多艘船只,因争夺一艘通过的船只,被迫在傍晚时分进行海战,出击迎战十六艘雅典船只和八艘雷吉翁船只。
§4.25.2καὶ νικηθέντες ὑπὸ τῶν Ἀθηναίων διὰ τάχους ἀπέπλευσαν ὡς ἕκαστοι ἔτυχον ἐς τὰ οἰκεῖα στρατόπεδα, τό τε ἐν τῇ Μεσσήνῃ καὶ ἐν τῷ Ῥηγίῳ, μίαν ναῦν ἀπολέσαντες· καὶ νὺξ ἐπεγένετο τῷ ἔργῳ.
他们被雅典人击败后,匆忙撤退,各自回到了自己的营地(即麦塞涅和雷吉翁的营地),损失了一艘船;夜幕降临,战斗随即结束。
§4.25.3μετὰ δὲ τοῦτο οἱ μὲν Λοκροὶ ἀπῆλθον ἐκ τῆς Ῥηγίνων, ἐπὶ δὲ τὴν Πελωρίδα τῆς Μεσσήνης ξυλλεγεῖσαι αἱ τῶν Συρακοσίων καὶ ξυμμάχων νῆες ὥρμουν καὶ ὁ πεζὸς αὐτοῖς παρῆν.
此后,洛克里人撤离了雷吉翁的领土,而叙拉古人及其盟友的船只集结在麦塞涅的佩洛里斯停泊,他们的陆军也与他们在一起。
§4.25.4προσπλεύσαντες δὲ οἱ Ἀθηναῖοι καὶ Ῥηγῖνοι ὁρῶντες τὰς ναῦς κενὰς ἐνέβαλον, καὶ χειρὶ σιδηρᾷ ἐπιβληθείσῃ μίαν ναῦν αὐτοὶ ἀπώλεσαν τῶν ἀνδρῶν ἀποκολυμβησάντων.
雅典人和雷吉翁人驶来,看到敌船空无一人便发起进攻,但当铁手(接舷钩)投下时,敌军士兵泅水逃走,而他们自己却损失了一艘船。
§4.25.5καὶ μετὰ τοῦτο τῶν Συρακοσίων ἐσβάντων ἐς τὰς ναῦς καὶ παραπλεόντων ἀπὸ κάλω ἐς τὴν Μεσσήνην, αὖθις προσβαλόντες οἱ Ἀθηναῖοι, ἀποσιμωσάντων ἐκείνων καὶ προεμβαλόντων, ἑτέραν ναῦν ἀπολλύουσιν.
此后,叙拉古人登上船只,用缆绳牵引着沿岸向麦塞涅航行,雅典人再次发动进攻,但由于敌军调转船头迎头反击,雅典人又损失了一艘船。
§4.25.6καὶ ἐν τῷ παράπλῳ καὶ τῇ ναυμαχίᾳ τοιουτοτρόπῳ γενομένῃ οὐκ ἔλασσον ἔχοντες οἱ Συρακόσιοι παρεκομίσθησαν ἐς τὸν ἐν τῇ Μεσσήνῃ λιμένα.
在以这种方式进行的沿岸航行和海战中,叙拉古人并未处于下风,最终安全驶入麦塞涅的港口。
§4.25.7καὶ οἱ μὲν Ἀθηναῖοι, Καμαρίνης ἀγγελθείσης προδίδοσθαι Συρακοσίοις ὑπ’ Ἀρχίου καὶ τῶν μετ’ αὐτοῦ, ἔπλευσαν ἐκεῖσε· Μεσσήνιοι δ’ ἐν τούτῳ πανδημεὶ κατὰ γῆν καὶ ταῖς ναυσὶν ἅμα ἐστράτευσαν ἐπὶ Νάξον τὴν Χαλκιδικὴν ὅμορον οὖσαν.
雅典人因得到消息称卡马里纳正被阿尔基亚斯及其党羽背叛给叙拉古人,便向该地驶去;在此期间,麦塞涅人动员全部兵力,同时从陆路和海路进攻邻近的卡尔基斯人城市纳克索斯。
§4.25.8καὶ τῇ πρώτῃ ἡμέρᾳ τειχήρεις ποιήσαντες τοὺς Ναξίους ἐδῄουν τὴν γῆν, τῇ δ’ ὑστεραίᾳ ταῖς μὲν ναυσὶ περιπλεύσαντες κατὰ τὸν Ἀκεσίνην ποταμὸν τὴν γῆν ἐδῄουν, τῷ δὲ πεζῷ πρὸς τὴν πόλιν ἐσέβαλλον.
第一天,他们将纳克索斯人围困在城墙内并蹂躏其土地;第二天,他们派船只沿阿塞西内斯河绕行并蹂躏土地,而陆军则向城市发起进攻。
§4.25.9ἐν τούτῳ δὲ οἱ Σικελοὶ ὑπὲρ τῶν ἄκρων πολλοὶ κατέβαινον βοηθοῦντες ἐπὶ τοὺς Μεσσηνίους.
在此期间,许多西西里原住民从高地下来援助纳克索斯人,共同对抗麦塞涅人。
καὶ οἱ Νάξιοι ὡς εἶδον, θαρσήσαντες καὶ παρακελευόμενοι ἐν ἑαυτοῖς ὡς οἱ Λεοντῖνοι σφίσι καὶ οἱ ἄλλοι Ἕλληνες ξύμμαχοι ἐς τιμωρίαν ἐπέρχονται, ἐκδραμόντες ἄφνω ἐκ τῆς πόλεως προσπίπτουσι τοῖς Μεσσηνίοις, καὶ τρέψαντες ἀπέκτεινάν τε ὑπὲρ χιλίους καὶ οἱ λοιποὶ χαλεπῶς ἀπεχώρησαν ἐπ’ οἴκου· καὶ γὰρ οἱ βάρβαροι ἐν ταῖς ὁδοῖς ἐπιπεσόντες τοὺς πλείστους διέφθειραν.
纳克索斯人见状精神大振,互相激励说莱翁蒂尼人和其他希腊盟友正赶来救援,便突然从城里冲杀出来,袭击麦塞涅人,将其击溃并杀死了千余人,其余的人艰难地退回国内;因为原住民在道路上袭击他们,消灭了其中的大多数。
§4.25.10καὶ αἱ νῆες σχοῦσαι ἐς τὴν Μεσσήνην ὕστερον ἐπ’ οἴκου ἕκασται διεκρίθησαν.
麦塞涅的船只在麦塞涅停靠后,随后各自散去回国。
Λεοντῖνοι δὲ εὐθὺς καὶ οἱ ξύμμαχοι μετὰ Ἀθηναίων ἐς τὴν Μεσσήνην ὡς κεκακωμένην ἐστράτευον, καὶ προσβάλλοντες οἱ μὲν Ἀθηναῖοι κατὰ τὸν λιμένα ταῖς ναυσὶν ἐπείρων, ὁ δὲ πεζὸς πρὸς τὴν πόλιν.
而莱翁蒂尼人及其盟友则立即与雅典人一同向因受重创而虚弱的麦塞涅进军,雅典人以船只在港口尝试进攻,陆军则向城市发起进攻。
§4.25.11ἐπεκδρομὴν δὲ ποιησάμενοι οἱ Μεσσήνιοι καὶ Λοκρῶν τινὲς μετὰ τοῦ Δημοτέλους, οἳ μετὰ τὸ πάθος ἐγκατελείφθησαν φρουροί, ἐξαπιναίως προσπεσόντες τρέπουσι τοῦ στρατεύματος τῶν Λεοντίνων τὸ πολὺ καὶ ἀπέκτειναν πολλούς.
但麦塞涅人以及德莫特莱斯率领的一部分洛克里人(他们在惨败后被留下来担任守卫)出城迎击并突然袭击,击溃了莱翁蒂尼军队的大部分,杀死了许多人。
ἰδόντες δὲ οἱ Ἀθηναῖοι καὶ ἀποβάντες ἀπὸ τῶν νεῶν ἐβοήθουν, καὶ κατεδίωξαν τοὺς Μεσσηνίους πάλιν ἐς τὴν πόλιν,τεταραγμένοις ἐπιγενόμενοι· καὶ τροπαῖον στήσαντες ἀνεχώρησαν ἐς τὸ Ῥήγιον.
雅典人见状,从船上登陆前去救援,袭击了混乱中的麦塞涅人,将他们赶回城内;在树立了战胜纪念碑后,雅典人撤退回雷吉翁。
§4.25.12μετὰ δὲ τοῦτο οἱ μὲν ἐν τῇ Σικελίᾳ Ἕλληνες ἄνευ τῶν Ἀθηναίων κατὰ γῆν ἐστράτευον ἐπ᾽ ἀλλήλους.
此后,西西里的希腊人在没有雅典人参与的情况下,在陆路上互相攻伐。