§4.14.1οἱ δ’ Ἀθηναῖοι γνόντες καθ’ ἑκάτερον τὸν ἔσπλουν ὥρμησαν ἐπ’ αὐτούς, καὶ τὰς μὲν πλείους καὶ μετεώρους ἤδη τῶν νεῶν καὶ ἀντιπρῴρους προσπεσόντες ἐς φυγὴν κατέστησαν, καὶ ἐπιδιώκοντες ὡς διὰ βραχέος ἔτρωσαν μὲν πολλάς, πέντε δὲ ἔλαβον, καὶ μίαν τούτων αὐτοῖς ἀνδράσιν·
アテナイ人たちは双方の入り口から敵が備えていないことを知ると、彼らに向かって突入した。 そして、すでに海上に浮かび、かつ(外を)向いていた船の大半を急襲して敗走させ、短い距離を追撃しながら多くの船を大破させ、5隻を捕獲した。 そのうちの1隻は乗組員ごとであった。
ταῖς δὲ λοιπαῖς ἐν τῇ γῇ καταπεφευγυίαις ἐνέβαλλον.
そして、陸に逃げ込んだ残りの船に衝突していった。
αἱ δὲ καὶ πληρούμεναι ἔτι πρὶν ἀνάγεσθαι ἐκόπτοντο·
いくつかの船は、出航する前、まだ乗員が乗り込んでいる最中に撃破された。
καί τινας καὶ ἀναδούμενοι κενὰς εἷλκον τῶν ἀνδρῶν ἐς φυγὴν ὡρμημένων.
また、乗組員たちが逃げ去って空になったいくつかの船を、繋ぎとめて曳航していった。
§4.14.2ἃ ὁρῶντες οἱ Λακεδαιμόνιοι καὶ περιαλγοῦντες τῷ πάθει, ὅτιπερ αὐτῶν οἱ ἄνδρες ἀπελαμβάνοντο ἐν τῇ νήσῳ, παρεβοήθουν, καὶ ἐπεσβαίνοντες ἐς τὴν θάλασσαν ξὺν τοῖς ὅπλοις ἀνθεῖλκον ἐπιλαμβανόμενοι τῶν νεῶν·
これを見て、また自分たちの仲間が島に取り残されてしまうという災厄に深く心を痛めたラケダイモン人たちは、救出のために救援に駆けつけ、武装したまま海中へと分け入って、船をつかんで引き戻そうとした。
καὶ ἐν τούτῳ κεκωλῦσθαι ἐδόκει ἕκαστος ᾧ μή τινι καὶ αὐτὸς ἔργῳ παρῆν.
そしてこの混乱の中で、各自、自分が実際にその場に立ち会っていない部分では、すべてが台無しになっているように思われた。
§4.14.3ἐγένετό τε ὁ θόρυβος μέγας καὶ ἀντηλλαγμένου τοῦ ἑκατέρων τρόπου περὶ τὰς ναῦς·
大混乱が生じ、船をめぐって双方の戦い方が入れ替わった。
οἵ τε γὰρ Λακεδαιμόνιοι ὑπὸ προθυμίας καὶ ἐκπλήξεως ὡς εἰπεῖν ἄλλο οὐδὲν ἢ ἐκ γῆς ἐναυμάχουν, οἵ τε Ἀθηναῖοι κρατοῦντες καὶ βουλόμενοι τῇ παρούσῃ τύχῃ ὡς ἐπὶ πλεῖστον ἐπεξελθεῖν ἀπὸ νεῶν ἐπεζομάχουν.
というのも、ラケダイモン人たちは熱意と言ってみれば狼狽から、陸上から海戦を行っているのと何ら変わらなかったからであり、アテナイ人たちは勝利に乗じて、現在の幸運を最大限に利用しようと望むあまり、船の上から陸上戦を行っているようであったからである。
§4.14.4πολύν τε πόνον παρασχόντες ἀλλήλοις καὶ τραυματίσαντες διεκρίθησαν, καὶ οἱ Λακεδαιμόνιοι τὰς κενὰς ναῦς πλὴν τῶν τὸ πρῶτον ληφθεισῶν διέσωσαν.
彼らは互いに多大な苦闘を強いて負傷者を出した後、ついに離れ、ラケダイモン人たちは、最初に捕らえられた船を除き、空の船を救い出した。
§4.14.5καταστάντες δὲ ἑκάτεροι ἐς τὸ στρατόπεδον οἱ μὲν τροπαῖόν τε ἔστησαν καὶ νεκροὺς ἀπέδοσαν καὶ ναυαγίων ἐκράτησαν, καὶ τὴν νῆσον εὐθὺς περιέπλεον καὶ ἐν φυλακῇ εἶχον ὡς τῶν ἀνδρῶν ἀπειλημμένων·
双方がそれぞれの陣営に引き揚げると、アテナイ側は記念碑を建て、遺体を返還し、難破船の残骸を確保した。 そして直ちに島の周囲を巡航し、そこに人々が取り残されているものとして監視下に置いた。
οἱ δ’ ἐν τῇ ἠπείρῳ Πελοποννήσιοι καὶ ἀπὸ πάντων ἤδη βεβοηθηκότες ἔμενον κατὰ χώραν ἐπὶ τῇ Πύλῳ.
一方、本土側のペロポネソス人たちは、すでに全軍から救援が到着していたが、ピュロスのその場にとどまり続けた。