Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.14.1-4.14.5

雅典舰队突袭港内与斯法克特里亚岛被围

第 379 段,共 917 段 · 希腊语

内容简介

雅典人冲入港内突袭并大败拉刻代蒙舰队。拉刻代蒙人为了营救被困在岛上的同胞,从陆地上展开激烈抵抗,但雅典人最终将该岛严密包围并置于看守之下。

§4.14.1οἱ δ’ Ἀθηναῖοι γνόντες καθ’ ἑκάτερον τὸν ἔσπλουν ὥρμησαν ἐπ’ αὐτούς, καὶ τὰς μὲν πλείους καὶ μετεώρους ἤδη τῶν νεῶν καὶ ἀντιπρῴρους προσπεσόντες ἐς φυγὴν κατέστησαν, καὶ ἐπιδιώκοντες ὡς διὰ βραχέος ἔτρωσαν μὲν πολλάς, πέντε δὲ ἔλαβον, καὶ μίαν τούτων αὐτοῖς ἀνδράσιν·
雅典人察觉到两个入口的情况,便向他们发起猛攻。 他们袭击了大部分已经浮在海面上且迎头对峙的船只,并使其溃败。 在短距离的追击中,他们击伤了许多船只,并俘获了五艘,其中一艘连同船员在内。
ταῖς δὲ λοιπαῖς ἐν τῇ γῇ καταπεφευγυίαις ἐνέβαλλον.
对于其余逃往陆地的船只,他们也予以撞击。
αἱ δὲ καὶ πληρούμεναι ἔτι πρὶν ἀνάγεσθαι ἐκόπτοντο· καί τινας καὶ ἀναδούμενοι κενὰς εἷλκον τῶν ἀνδρῶν ἐς φυγὴν ὡρμημένων.
有些船只在尚未起航、仍在配备人员时便被击碎;还有一些船只在人员逃离后变为空船,被雅典人系上绳索拖走。
§4.14.2ἃ ὁρῶντες οἱ Λακεδαιμόνιοι καὶ περιαλγοῦντες τῷ πάθει, ὅτιπερ αὐτῶν οἱ ἄνδρες ἀπελαμβάνοντο ἐν τῇ νήσῳ, παρεβοήθουν, καὶ ἐπεσβαίνοντες ἐς τὴν θάλασσαν ξὺν τοῖς ὅπλοις ἀνθεῖλκον ἐπιλαμβανόμενοι τῶν νεῶν·
拉刻代蒙人见此情景,并因自己的同胞被围困在岛上的灾难而深感痛苦,于是赶来救援。 他们甚至顶着武装步入海水中,抓住船只往回拉。
καὶ ἐν τούτῳ κεκωλῦσθαι ἐδόκει ἕκαστος ᾧ μή τινι καὶ αὐτὸς ἔργῳ παρῆν.
在这一混乱中,每个人都觉得,凡是自己未能亲身参与的地方,一切都已被耽搁了。
§4.14.3ἐγένετό τε ὁ θόρυβος μέγας καὶ ἀντηλλαγμένου τοῦ ἑκατέρων τρόπου περὶ τὰς ναῦς· οἵ τε γὰρ Λακεδαιμόνιοι ὑπὸ προθυμίας καὶ ἐκπλήξεως ὡς εἰπεῖν ἄλλο οὐδὲν ἢ ἐκ γῆς ἐναυμάχουν, οἵ τε Ἀθηναῖοι κρατοῦντες καὶ βουλόμενοι τῇ παρούσῃ τύχῃ ὡς ἐπὶ πλεῖστον ἐπεξελθεῖν ἀπὸ νεῶν ἐπεζομάχουν.
现场顿时爆发了巨大的混乱,双方关于船只的战斗方式也完全颠倒了:因为拉刻代蒙人由于热切和惊慌,简直可以说是从陆地上进行海战,而占了上风的雅典人则希望尽可能地利用眼前的幸运,从而在船只上进行陆战。
§4.14.4πολύν τε πόνον παρασχόντες ἀλλήλοις καὶ τραυματίσαντες διεκρίθησαν, καὶ οἱ Λακεδαιμόνιοι τὰς κενὰς ναῦς πλὴν τῶν τὸ πρῶτον ληφθεισῶν διέσωσαν.
他们互相给对方造成了极大的痛苦并造成了许多伤亡,随后才分开,拉刻代蒙人保全了那些空船,除了最先被俘获的那些。
§4.14.5καταστάντες δὲ ἑκάτεροι ἐς τὸ στρατόπεδον οἱ μὲν τροπαῖόν τε ἔστησαν καὶ νεκροὺς ἀπέδοσαν καὶ ναυαγίων ἐκράτησαν, καὶ τὴν νῆσον εὐθὺς περιέπλεον καὶ ἐν φυλακῇ εἶχον ὡς τῶν ἀνδρῶν ἀπειλημμένων· οἱ δ’ ἐν τῇ ἠπείρῳ Πελοποννήσιοι καὶ ἀπὸ πάντων ἤδη βεβοηθηκότες ἔμενον κατὰ χώραν ἐπὶ τῇ Πύλῳ.
双方各自返回阵营后,雅典人树立了胜利纪念碑,归还了尸体并掌控了船只残骸,随后立即开始环绕该岛巡航,并将其置于看守之下,因其上的人员已被切断退路;而大陆上的伯罗奔尼撒人,此时已从各处赶来增援,继续停留在皮洛斯的原地。

词汇与语法注释

  1. §4.14.1αὐτοῖς ἀνδράσιν — 伴随与格,与 αὐτός 连用,表示“连同……一起”,无需前置词。
  2. §4.14.2κεκωλῦσθαι ἐδόκει ἕκαστος ᾧ μή τινι καὶ αὐτὸς ἔργῳ παρῆν — ἕκαστος 作 ἐδόκει 的主语,带完成时被动不定式 κεκωλῦσθαι(被阻碍、被耽搁)。关系从句 ᾧ μή τινι ... (“凡是他自己未能亲身参与的事物”)限定了感到受阻或失败的范围。
  3. §4.14.3ἄλλο οὐδὲν ἢ ἐκ γῆς ἐναυμάχουν — 习惯表达 ἄλλο οὐδὲν ἤ(“无非是”、“等同于”),强调他们在陆地上(ἐκ γῆς)进行海战(ἐναυμάχουν)的荒谬与倒错。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.14.1-4.14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.14.1-4.14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。