Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §4.130.1-4.130.7

メンデの内紛とアテナイ軍による占領

495 / 917 箇所 · ギリシア語

要旨

アテナイ軍はメンデの郊外を荒らし、包囲を進める。市内で親アテナイの民衆とペロポネソス人守備隊との間に内紛が勃発し、これに乗じてアテナイ軍が市内に突入して略奪を行い、続いてスキオネへと向かう。

§4.130.1τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι περιπλεύσαντες ἐς τὸ πρὸς Σκιώνης τό τε προάστειον εἷλον καὶ τὴν ἡμέραν ἅπασαν ἐδῄουν τὴν γῆν οὐδενὸς ἐπεξιόντος (ἦν γάρ τι καὶ στασιασμοῦ ἐν τῇ πόλει), οἱ δὲ τριακόσιοι τῶν Σκιωναίων τῆς ἐπιούσης νυκτὸς ἀπεχώρησαν ἐπ’ οἴκου.
翌日、アテナイ人はスキオネ側に迂回して郊外を占領し、終日その土地を荒らしたが、誰も出撃してこなかった(というのも、市内には何か内紛の兆しがあったからである)。 他方、スキオネ人の三百人は翌たる夜に帰国した。
§4.130.2καὶ τῇ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικίας μὲν τῷ ἡμίσει τοῦ στρατοῦ προϊὼν ἅμα ἐς τὰ μεθόρια τῶν Σκιωναίων τὴν γῆν ἐδῄου, Νικόστρατος δὲ τοῖς λοιποῖς κατὰ τὰς ἄνω πύλας, ᾗ ἐπὶ Ποτειδαίας ἔρχονται, προσεκάθητο τῇ πόλει.
その翌日、ニキアスは軍の半数を率いて前進し、スキオネの境界地方で土地を荒らし、ニコストラトスは残りの軍を率いて、ポテイダイアへと至る上の門のあたりで市を包囲した。
§4.130.3ὁ δὲ Πολυδαμίδας (ἔτυχε γὰρ ταύτῃ τοῖς Μενδαίοις καὶ ἐπικούροις ἐντὸς τοῦ τείχους τὰ ὅπλα κείμενα) διατάσσει τε ὡς ἐς μάχην καὶ παρῄνει τοῖς Μενδαίοις ἐπεξιέναι.
しかしポリダミダスは(ちょうどこの場所、城壁の内部にメンデ人と支援兵の武器が置かれていたのであるが)、戦闘隊形を整え、メンデ人に撃退のため出撃するよう促した。
§4.130.4καί τινος αὐτῷ τῶν ἀπὸ τοῦ δήμου ἀντειπόντος κατὰ τὸ στασιωτικὸν ὅτι οὐκ ἐπέξεισιν οὐδὲ δέοιτο πολεμεῖν, καὶ ὡς ἀντεῖπεν ἐπισπασθέντος τε τῇ χειρὶ ὑπ’ αὐτοῦ καὶ θορυβηθέντος, ὁ δῆμος εὐθὺς ἀναλαβὼν τὰ ὅπλα περιοργὴς ἐχώρει ἐπί τε Πελοποννησίους καὶ τοὺς τὰ ἐναντία σφίσι μετ’ αὐτῶν πράξαντας.
すると、民衆の一人が内紛の気分から、自分は出撃しないし、戦争をする必要もないと抗弁した。 彼が抗弁したためにポリダミダスに手をつかんで引きずられ、騒ぎが起きると、民衆はすぐに武器を手に取り、激怒してペロポネソス人および彼らとともに自分たちに敵対する行動をとっていた者たちに向かって進撃した。
§4.130.5καὶ προσπεσόντες τρέπουσιν ἅμα μὲν μάχῃ αἰφνιδίῳ, ἅμα δὲ τοῖς Ἀθηναίοις τῶν πυλῶν ἀνοιγομένων φοβηθέντων·
そして襲いかかり、不意の戦闘と、アテナイ人に対して門が開かれたことで恐れをなした敵を敗走させた。
ᾠήθησαν γὰρ ἀπὸ προειρημένου τινὸς αὐτοῖς τὴν ἐπιχείρησιν γενέσθαι.
彼らは、あらかじめ取り決められた合意に基づいてこの攻撃が行われたと考えたからである。
§4.130.6καὶ οἱ μὲν ἐς τὴν ἀκρόπολιν, ὅσοι μὴ αὐτίκα διεφθάρησαν, κατέφυγον, ἥνπερ καὶ τὸ πρότερον αὐτοὶ εἶχον·
その場でただちに殺されなかった者たちはアクロポリスへと逃げ込んだ。 そこは以前から彼らが確保していた場所であった。
οἱ δὲ Ἀθηναῖοι (ἤδη γὰρ καὶ ὁ Νικίας ἐπαναστρέψας πρὸς τῇ πόλει ἦν) ἐσπεσόντες ἐς τὴν Μένδην πόλιν, ἅτε οὐκ ἀπὸ ξυμβάσεως ἀνοιχθεῖσαν, ἁπάσῃ τῇ στρατιᾷ ὡς κατὰ κράτος ἑλόντες διήρπασαν, καὶ μόλις οἱ στρατηγοὶ κατέσχον ὥστε μὴ καὶ τοὺς ἀνθρώπους διαφθείρεσθαι.
他方、アテナイ人は(ニキアスもすでに引き返して市に到着していたが)メンデ市に乱入した。 市は協定によって開かれたものではなかったため、彼らは全軍で力ずくで占領したかのように略奪し、将軍たちは人々が殺戮されるのをかろうじて制止した。
§4.130.7καὶ τοὺς μὲν Μενδαίους μετὰ ταῦτα πολιτεύειν ἐκέλευον ὥσπερ εἰώθεσαν, αὐτοὺς κρίναντας ἐν σφίσιν αὐτοῖς εἴ τινας ἡγοῦνται αἰτίους εἶναι τῆς ἀποστάσεως·
その後、アテナイ人はメンデ人に対し、従来通りの自治を行うことを許し、反乱の責任があると自らみなす者がいれば、自分たちの間で裁判にかけるよう命じた。
τοὺς δ’ ἐν τῇ ἀκροπόλει ἀπετείχισαν ἑκατέρωθεν τείχει ἐς θάλασσαν καὶ φυλακὴν ἐπικαθίσταντο.
一方、アクロポリスにいる者たちに対しては、両側から海に至る遮断壁を築き、守備兵を置いた。
ἐπειδὴ δὲ τὰ περὶ τὴν Μένδην κατέσχον, ἐπὶ τὴν Σκιώνην ἐχώρουν.
こうしてメンデの状況を収拾すると、彼らはスキオネへと進軍した。

語釈・文法注

  1. 4.130.1τι καὶ στασιασμοῦ — 非人称の ἦν に伴う部分属格。τι が主語のように機能し、「内紛の何らかの兆し(一端)」が市内に存在したことを示す。
  2. 4.130.4ὡς ἀντεῖπεν ἐπισπασθέντος τε τῇ χειρὶ ὑπ’ αὐτοῦ καὶ θορυβηθέντος — ὡς は理由の接続詞。ἐπισπασθέντος と θορυβηθέντος は属格独立分詞(genitive absolute)であり、その意味上の主語は直前で抗弁した民衆の一人(τινος τῶν ἀπὸ τοῦ δήμου)である。
  3. 4.130.5τοῖς Ἀθηναίοις τῶν πυλῶν ἀνοιγομένων φοβηθέντων — τῶν πυλῶν ἀνοιγομένων(門が開かれたこと)と φοβηθέντων(ペロポネソス人たちが恐れをなしたこと)は、それぞれ独立した属格独立分詞構文。与格の τοῖς Ἀθηναίοις は、「アテナイ人のために」あるいは「アテナイ人に対して」という利害関係または方向を示す。
  4. 4.130.6ἅτε οὐκ ἀπὸ ξυμβάσεως ἀνοιχθεῖσαν — 接続詞 ἅτε と分詞 ἀνοιχθεῖσαν(完了受動分詞女性単数対格)の組み合わせにより、客観的事実としての理由(「協定によって開かれたのではなかったから」)を表す。分詞は先行する τὴν Μένδην πόλιν に一致する。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §4.130.1-4.130.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.130.1-4.130.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。