Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.130.1-4.130.7

门德城内讧与雅典军破城占领

第 495 段,共 917 段 · 希腊语

内容简介

雅典军队蹂躏门德郊区并展开包围。城内平民派与伯罗奔尼撒守军爆发内讧,雅典军趁机攻入并洗劫该城,随后向斯基奥内进军。

§4.130.1τῇ δ’ ὑστεραίᾳ οἱ μὲν Ἀθηναῖοι περιπλεύσαντες ἐς τὸ πρὸς Σκιώνης τό τε προάστειον εἷλον καὶ τὴν ἡμέραν ἅπασαν ἐδῄουν τὴν γῆν οὐδενὸς ἐπεξιόντος (ἦν γάρ τι καὶ στασιασμοῦ ἐν τῇ πόλει), οἱ δὲ τριακόσιοι τῶν Σκιωναίων τῆς ἐπιούσης νυκτὸς ἀπεχώρησαν ἐπ’ οἴκου.
次日,雅典人绕航至面向斯基奥内的一侧,占领了郊区,并整天蹂躏该地,而无人出击迎战(因为城内也发生了一些派系内讧);那三百名斯基奥内人则在随后的夜里撤回了家园。
§4.130.2καὶ τῇ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικίας μὲν τῷ ἡμίσει τοῦ στρατοῦ προϊὼν ἅμα ἐς τὰ μεθόρια τῶν Σκιωναίων τὴν γῆν ἐδῄου, Νικόστρατος δὲ τοῖς λοιποῖς κατὰ τὰς ἄνω πύλας, ᾗ ἐπὶ Ποτειδαίας ἔρχονται, προσεκάθητο τῇ πόλει.
又过了一天,尼西阿斯率领半数军队前进,蹂躏直达斯基奥内边界的土地;尼科斯特拉托斯则率领其余军队,在通往波提代亚的上城门附近包围了城市。
§4.130.3ὁ δὲ Πολυδαμίδας (ἔτυχε γὰρ ταύτῃ τοῖς Μενδαίοις καὶ ἐπικούροις ἐντὸς τοῦ τείχους τὰ ὅπλα κείμενα) διατάσσει τε ὡς ἐς μάχην καὶ παρῄνει τοῖς Μενδαίοις ἐπεξιέναι.
波利达米达斯(当时门德人及援军的武器正好放在该处城墙内)排开阵势准备交战,并敦促门德人出击。
§4.130.4καί τινος αὐτῷ τῶν ἀπὸ τοῦ δήμου ἀντειπόντος κατὰ τὸ στασιωτικὸν ὅτι οὐκ ἐπέξεισιν οὐδὲ δέοιτο πολεμεῖν, καὶ ὡς ἀντεῖπεν ἐπισπασθέντος τε τῇ χειρὶ ὑπ’ αὐτοῦ καὶ θορυβηθέντος, ὁ δῆμος εὐθὺς ἀναλαβὼν τὰ ὅπλα περιοργὴς ἐχώρει ἐπί τε Πελοποννησίους καὶ τοὺς τὰ ἐναντία σφίσι μετ’ αὐτῶν πράξαντας.
平民派中的一人因党争情绪而反驳他,说自己绝不出击,也无需作战;因其反驳,他被波利达米达斯用手拉扯并引起混乱,平民大众见状立即拿起武器,怒气冲冲地向伯罗奔尼撒人以及与他们一起对抗平民的人冲去。
§4.130.5καὶ προσπεσόντες τρέπουσιν ἅμα μὲν μάχῃ αἰφνιδίῳ, ἅμα δὲ τοῖς Ἀθηναίοις τῶν πυλῶν ἀνοιγομένων φοβηθέντων· ᾠήθησαν γὰρ ἀπὸ προειρημένου τινὸς αὐτοῖς τὴν ἐπιχείρησιν γενέσθαι.
他们发起袭击并击溃了对方,一方面是通过一场突然的战斗,另一方面是因为在城门向雅典人敞开时,伯罗奔尼撒人感到恐慌;因为他们认为这次袭击是根据与雅典人预先达成的某种协议进行的。
§4.130.6καὶ οἱ μὲν ἐς τὴν ἀκρόπολιν, ὅσοι μὴ αὐτίκα διεφθάρησαν, κατέφυγον, ἥνπερ καὶ τὸ πρότερον αὐτοὶ εἶχον· οἱ δὲ Ἀθηναῖοι (ἤδη γὰρ καὶ ὁ Νικίας ἐπαναστρέψας πρὸς τῇ πόλει ἦν) ἐσπεσόντες ἐς τὴν Μένδην πόλιν, ἅτε οὐκ ἀπὸ ξυμβάσεως ἀνοιχθεῖσαν, ἁπάσῃ τῇ στρατιᾷ ὡς κατὰ κράτος ἑλόντες διήρπασαν, καὶ μόλις οἱ στρατηγοὶ κατέσχον ὥστε μὴ καὶ τοὺς ἀνθρώπους διαφθείρεσθαι.
那些未被当场消灭的人逃到了卫城,那里正是他们先前就占领着的;而雅典人(因为尼西阿斯此时也已返回并到达城下)冲入门德城,由于该城并非根据协定敞开,他们便用全军进行洗劫,视同强攻破城一般,将领们费尽力气才阻止了他们对百姓的屠杀。
§4.130.7καὶ τοὺς μὲν Μενδαίους μετὰ ταῦτα πολιτεύειν ἐκέλευον ὥσπερ εἰώθεσαν, αὐτοὺς κρίναντας ἐν σφίσιν αὐτοῖς εἴ τινας ἡγοῦνται αἰτίους εἶναι τῆς ἀποστάσεως· τοὺς δ’ ἐν τῇ ἀκροπόλει ἀπετείχισαν ἑκατέρωθεν τείχει ἐς θάλασσαν καὶ φυλακὴν ἐπικαθίσταντο.
此后,他们让门德人照常自治,由他们自己在内部审判那些被认为应对叛乱负责的人;而对于卫城里的人,他们用两道围墙从两侧一直筑到海边进行封锁,并设立了守卫。
ἐπειδὴ δὲ τὰ περὶ τὴν Μένδην κατέσχον, ἐπὶ τὴν Σκιώνην ἐχώρουν.
在平定了门德的局势后,他们便向斯基奥内进军。

词汇与语法注释

  1. 4.130.1τι καὶ στασιασμοῦ — 与非人称动词 ἦν 连用的部分属格。τι 起到主语般的作用,表示城内存在“某种程度的内战(派系斗争)”。
  2. 4.130.4ὡς ἀντεῖπεν ἐπισπασθέντος τε τῇ χειρὶ ὑπ’ αὐτοῦ καὶ θορυβηθέντος — ὡς 是表示原因的连词。ἐπισπασθέντος 和 θορυβηθέντος 是属格独立分词(genitive absolute),其逻辑主语是前文提到反驳的平民派成员(τινος)。
  3. 4.130.5τοῖς Ἀθηναίοις τῶν πυλῶν ἀνοιγομένων φοβηθέντων — τῶν πυλῶν ἀνοιγομένων(城门被打开)与 φοβηθέντων(伯罗奔尼撒人感到恐慌)是各自独立的属格独立分词结构。与格 τοῖς Ἀθηναίοις 表示方向或利益(“向着雅典人”或“为了雅典人”)。
  4. 4.130.6ἅτε οὐκ ἀπὸ ξυμβάσεως ἀνοιχθεῖσαν — 连词 ἅτε 与分词 ἀνοιχθεῖσαν(完成时被动分词阴性单数宾格)连用,表示客观事实的原因(“因为该城并非根据协定敞开”)。分词与前面的宾语 τὴν Μένδην πόλιν 保持一致。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.130.1-4.130.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.130.1-4.130.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。