§3.42.1‘οὔτε τοὺς προθέντας τὴν διαγνώμην αὖθις περὶ Μυτιληναίων αἰτιῶμαι, οὔτε τοὺς μεμφομένους μὴ πολλάκις περὶ τῶν μεγίστων βουλεύεσθαι ἐπαινῶ, νομίζω δὲ δύο τὰ ἐναντιώτατα εὐβουλίᾳ εἶναι, τάχος τε καὶ ὀργήν, ὧν τὸ μὲν μετὰ ἀνοίας φιλεῖ γίγνεσθαι, τὸ δὲ μετὰ ἀπαιδευσίας καὶ βραχύτητος γνώμης.
「私は、ミュティレネ人について再び採決を提出した人々を非難もしないし、最も重要な事柄について何度も審議すべきではないと非難する人々を賞賛もしない。 むしろ、良き審議にとって最も相反する二つのもの、すなわち拙速と怒りがあると考えており、前者は愚かさを伴いがちであり、後者は教養のなさと見識の狭さを伴いがちである。
§3.42.2τούς τε λόγους ὅστις διαμάχεται μὴ διδασκάλους τῶν πραγμάτων γίγνεσθαι, ἢ ἀξύνετός ἐστιν ἢ ἰδίᾳ τι αὐτῷ διαφέρει·
また、言論が事物の教師となるべきではないと争う者は誰であれ、愚かであるか、あるいは個人的に何か利害関係があるかのどちらかである。
ἀξύνετος μέν, εἰ ἄλλῳ τινὶ ἡγεῖται περὶ τοῦ μέλλοντος δυνατὸν εἶναι καὶ μὴ ἐμφανοῦς φράσαι, διαφέρει δ’ αὐτῷ, εἰ βουλόμενός τι αἰσχρὸν πεῖσαι εὖ μὲν εἰπεῖν οὐκ ἂν ἡγεῖται περὶ τοῦ μὴ καλοῦ δύνασθαι, εὖ δὲ διαβαλὼν ἐκπλῆξαι ἂν τούς τε ἀντεροῦντας καὶ τοὺς ἀκουσομένους.
愚かであるというのは、将来の、まだ明らかでないことについて、それ以外の何かによって示すことが可能であると考えている場合である。 また個人的な利害関係があるというのは、何か不名誉なことを説得しようと望みながら、美しくないことについて美しく語ることはできないと考え、むしろ、巧みに中傷することによって、反対者たちと聴衆とを威嚇して圧倒しようとする場合である。
§3.42.3χαλεπώτατοι δὲ καὶ οἱ ἐπὶ χρήμασι προσκατηγοροῦντες ἐπίδειξίν τινα.
しかし最も厄介なのは、金銭のために誇示を行っているとさらに非難する者たちである。
εἰ μὲν γὰρ ἀμαθίαν κατῃτιῶντο, ὁ μὴ πείσας ἀξυνετώτερος ἂν δόξας εἶναι ἢ ἀδικώτερος ἀπεχώρει· ἀδικίας δ’ ἐπιφερομένης πείσας τε ὕποπτος γίγνεται καὶ μὴ τυχὼν μετὰ ἀξυνεσίας καὶ ἄδικος.
なぜなら、もし彼らが無知を非難していたのであれば、説得に失敗した者は不義であるよりはむしろ愚かであると思われて立ち去ることができたであろうが、不義の嫌疑がかけられると、説得に成功した者も疑わしい者となり、失敗した者は愚かさに加えて不義な者ともされるからである。
§3.42.4ἥ τε πόλις οὐκ ὠφελεῖται ἐν τῷ τοιῷδε·
そして国家はこのような状況においては何の便益も得られない。
φόβῳ γὰρ ἀποστερεῖται τῶν ξυμβούλων.
なぜなら恐怖のために、相談相手たちを奪われるからである。
καὶ πλεῖστ’ ἂν ὀρθοῖτο ἀδυνάτους λέγειν ἔχουσα τοὺς τοιούτους τῶν πολιτῶν·
そして、このような市民たちが発言できない状態にある場合、国家は最もよく治まるだろう。
ἐλάχιστα γὰρ ἂν πεισθεῖεν ἁμαρτάνειν.
なぜなら、彼らが説得されて過ちを犯すことが最も少なくなるからである。
§3.42.5χρὴ δὲ τὸν μὲν ἀγαθὸν πολίτην μὴ ἐκφοβοῦντα τοὺς ἀντεροῦντας, ἀλλ’ ἀπὸ τοῦ ἴσου φαίνεσθαι ἄμεινον λέγοντα, τὴν δὲ σώφρονα πόλιν τῷ τε πλεῖστα εὖ βουλεύοντι μὴ προστιθέναι τιμήν, ἀλλὰ μηδ’ ἐλασσοῦν τῆς ὑπαρχούσης, καὶ τὸν μὴ τυχόντα γνώμης οὐχ ὅπως ζημιοῦν ἀλλὰ μηδ’ ἀτιμάζειν.
しかし、良き市民たる者は、反対者たちをおびえさせるのではなく、対等な立場から自分がより優れた主張をしていることを示すべきであり、また思慮深い国家は、最も多くの優れた提案をする者に名誉を付け加えるべきではないが、すでにある名誉を減じるべきでもなく、また自らの意見が採用されなかった者を、処罰するなどはもってのほか、不名誉に扱うことさえすべきではない。
§3.42.6οὕτω γὰρ ὅ τε κατορθῶν ἥκιστα ἂν ἐπὶ τῷ ἔτι μειζόνων ἀξιοῦσθαι παρὰ γνώμην τι καὶ πρὸς χάριν λέγοι, ὅ τε μὴ ἐπιτυχὼν ὀρέγοιτο τῷ αὐτῷ χαριζόμενός τι καὶ αὐτὸς προσάγεσθαι τὸ πλῆθος.
そうすれば、成功した者も、さらに大きな名誉を受けるに値するとみなされるために、自らの信念に反し、かつ気に入られるような発言をすることは最も少なくなるであろうし、成功しなかった者も、同じようにおもねることで自らも民衆を引き入れようと熱望することはなくなるであろう。 」