Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.42.1-3.42.6

摒弃急躁与愤怒以及为自由言论辩护

第 291 段,共 917 段 · 希腊语

内容简介

狄奥多图斯指出公民大会上的急躁、愤怒以及针对言论的收贿指控极大地损害了健全的审议,并强调一个明智的城邦应当鼓励自由与理性的讨论。

§3.42.1‘οὔτε τοὺς προθέντας τὴν διαγνώμην αὖθις περὶ Μυτιληναίων αἰτιῶμαι, οὔτε τοὺς μεμφομένους μὴ πολλάκις περὶ τῶν μεγίστων βουλεύεσθαι ἐπαινῶ, νομίζω δὲ δύο τὰ ἐναντιώτατα εὐβουλίᾳ εἶναι, τάχος τε καὶ ὀργήν, ὧν τὸ μὲν μετὰ ἀνοίας φιλεῖ γίγνεσθαι, τὸ δὲ μετὰ ἀπαιδευσίας καὶ βραχύτητος γνώμης.
“我既不责怪那些再次提出对米蒂利尼人问题进行重新决议的人,也不赞成那些指责不应对最重大的事务反复讨论的人;但我认为,有两件事与健全的审议最相反,那就是急躁和愤怒,其中前者往往伴随着愚蠢,而后者则伴随着无知和眼光的狭隘。
§3.42.2τούς τε λόγους ὅστις διαμάχεται μὴ διδασκάλους τῶν πραγμάτων γίγνεσθαι, ἢ ἀξύνετός ἐστιν ἢ ἰδίᾳ τι αὐτῷ διαφέρει· ἀξύνετος μέν, εἰ ἄλλῳ τινὶ ἡγεῖται περὶ τοῦ μέλλοντος δυνατὸν εἶναι καὶ μὴ ἐμφανοῦς φράσαι, διαφέρει δ’ αὐτῷ, εἰ βουλόμενός τι αἰσχρὸν πεῖσαι εὖ μὲν εἰπεῖν οὐκ ἂν ἡγεῖται περὶ τοῦ μὴ καλοῦ δύνασθαι, εὖ δὲ διαβαλὼν ἐκπλῆξαι ἂν τούς τε ἀντεροῦντας καὶ τοὺς ἀκουσομένους.
至于那些竭力主张言辞不能成为行动之教师的人,要么是愚蠢,要么是他个人有什么私利;说他愚蠢,是因为如果他认为能够用其他某种手段来阐明那未来的、不显明的事情;说他有私利,是因为如果他想说服大家接受某种可耻的主张,他认为自己无法就这不美好的事发表动听的演说,但如果能通过巧妙的诽谤来震慑反对者和听众,他就能够达到目的。
§3.42.3χαλεπώτατοι δὲ καὶ οἱ ἐπὶ χρήμασι προσκατηγοροῦντες ἐπίδειξίν τινα.
最难对付的,是那些还指控他人收受贿赂来进行演说展示的人。
εἰ μὲν γὰρ ἀμαθίαν κατῃτιῶντο, ὁ μὴ πείσας ἀξυνετώτερος ἂν δόξας εἶναι ἢ ἀδικώτερος ἀπεχώρει· ἀδικίας δ’ ἐπιφερομένης πείσας τε ὕποπτος γίγνεται καὶ μὴ τυχὼν μετὰ ἀξυνεσίας καὶ ἄδικος.
因为如果他们只是控诉其无知,那么未能说服大家的人退下时,也只是被认为比较愚笨,而不是比较不义;然而在被控以不义的情况下,成功说服者变得可疑,而未能成功者则不仅被认为愚蠢,还被认为不义。
§3.42.4ἥ τε πόλις οὐκ ὠφελεῖται ἐν τῷ τοιῷδε· φόβῳ γὰρ ἀποστερεῖται τῶν ξυμβούλων.
在此种情况下,城邦得不到任何益处;因为由于恐惧,城邦被剥夺了它的建言者。
καὶ πλεῖστ’ ἂν ὀρθοῖτο ἀδυνάτους λέγειν ἔχουσα τοὺς τοιούτους τῶν πολιτῶν· ἐλάχιστα γὰρ ἂν πεισθεῖεν ἁμαρτάνειν.
如果这些市民无法发言,城邦将获得最好的治理;因为他们被说服去犯错的机会将降到最低。
§3.42.5χρὴ δὲ τὸν μὲν ἀγαθὸν πολίτην μὴ ἐκφοβοῦντα τοὺς ἀντεροῦντας, ἀλλ’ ἀπὸ τοῦ ἴσου φαίνεσθαι ἄμεινον λέγοντα, τὴν δὲ σώφρονα πόλιν τῷ τε πλεῖστα εὖ βουλεύοντι μὴ προστιθέναι τιμήν, ἀλλὰ μηδ’ ἐλασσοῦν τῆς ὑπαρχούσης, καὶ τὸν μὴ τυχόντα γνώμης οὐχ ὅπως ζημιοῦν ἀλλὰ μηδ’ ἀτιμάζειν.
而一个好的公民不应该去恐吓那些持反对意见的人,而应该在平等的地位上显出自己说得更好;一个明智的城邦,既不应给提出最好建议的人增加荣誉,但也不应减少其原有的荣誉,而对于未能使其意见被采纳的人,不仅不应予以惩罚,甚至不应予以羞辱。
§3.42.6οὕτω γὰρ ὅ τε κατορθῶν ἥκιστα ἂν ἐπὶ τῷ ἔτι μειζόνων ἀξιοῦσθαι παρὰ γνώμην τι καὶ πρὸς χάριν λέγοι, ὅ τε μὴ ἐπιτυχὼν ὀρέγοιτο τῷ αὐτῷ χαριζόμενός τι καὶ αὐτὸς προσάγεσθαι τὸ πλῆθος.
因为这样一来,成功者就极少会为了获得更大的荣誉,而发表违背自己本意且讨好听众的言论;而失败者也不会为了同样的目的,通过迎合群众来争取多数人支持自己。 ”

词汇与语法注释

  1. §3.42.1μὴ πολλάκις περὶ τῶν μεγίστων βουλεύεσθαι — 不定式短语 μὴ βουλεύεσθαι 依赖于分词 μεμφομένους。否定词 μή 修饰不定式,表示指责的内容(即指责“不应反复讨论”)。
  2. §3.42.2τούς τε λόγους — 句首置入的提前引出成分(prolepsis),位于关系代词从句之前,但在语义上作为后文不定式 γίγνεσθαι 的主语。
  3. §3.42.3ἐπὶ χρήμασι — 介词 ἐπί 连同与格表示目的或条件(“为了金钱”或“受贿”),用以说明 προσκατηγοροῦντες 的动机。
  4. §3.42.6ἥκιστα ἂν — 该否定潜在副词短语不仅修饰第一个希求法动词 λέγοι,其否定的潜在语气也延伸至随后的 ὀρέγοιτο,意为“(未成功者也)绝不会渴望拉拢群众”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.42.1-3.42.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.42.1-3.42.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。