§3.39.1‘ὧν ἐγὼ πειρώμενος ἀποτρέπειν ὑμᾶς ἀποφαίνω Μυτιληναίους μάλιστα δὴ μίαν πόλιν ἠδικηκότας ὑμᾶς.
「私はあなた方をそのような行動から引き戻そうと努めつつ、ミュティレネ人が、単一の都市としてはまさに最もひどくあなた方に不正を働いたことを証明します。
§3.39.2ἐγὼ γάρ, οἵτινες μὲν μὴ δυνατοὶ φέρειν τὴν ὑμετέραν ἀρχὴν ἢ οἵτινες ὑπὸ τῶν πολεμίων ἀναγκασθέντες ἀπέστησαν, ξυγγνώμην ἔχω·
というのも私は、自分たちの支配に耐えかねた者たちや、敵に強制されて離反した者たちに対しては寛容な心を持ちます。
νῆσον δὲ οἵτινες ἔχοντες μετὰ τειχῶν καὶ κατὰ θάλασσαν μόνον φοβούμενοι τοὺς ἡμετέρους πολεμίους, ἐν ᾧ καὶ αὐτοὶ τριήρων παρασκευῇ οὐκ ἄφαρκτοι ἦσαν πρὸς αὐτούς, αὐτόνομοί τε οἰκοῦντες καὶ τιμώμενοι ἐς τὰ πρῶτα ὑπὸ ἡμῶν τοιαῦτα εἰργάσαντο, τί ἄλλο οὗτοι ἢ ἐπεβούλευσάν τε καὶ ἐπανέστησαν μᾶλλον ἢ ἀπέστησαν (ἀπόστασις μέν γε τῶν βίαιόν τι πασχόντων ἐστίν), ἐζήτησάν τε μετὰ τῶν πολεμιωτάτων ἡμᾶς στάντες διαφθεῖραι;
しかし、島を領有し、城壁を備え、海路からのみ我々の敵を恐れていればよく、しかもその海路においても自ら三段櫂船の備えによって彼らに対して無防備ではなかった者たち、そして自立して暮らし、我々から最上の敬意を払われていた者たちが、このようなことを行ったのです。 彼らが企て、離反したというよりはむしろ反乱を起こしたこと以外の何があるでしょうか(そもそも離反とは、力による暴力を被っている者たちがすることです)。 そして、最も憎むべき敵の側に立って我々を滅ぼそうとしたのです。
καίτοι δεινότερόν ἐστιν ἢ εἰ καθ’ αὑτοὺς δύναμιν κτώμενοι ἀντεπολέμησαν.
しかもこれは、自ら力を蓄えて我々と戦った場合よりもさらに恐るべきことです。
§3.39.3παράδειγμα δὲ αὐτοῖς οὔτε αἱ τῶν πέλας ξυμφοραὶ ἐγένοντο, ὅσοι ἀποστάντες ἤδη ἡμῶν ἐχειρώθησαν, οὔτε ἡ παροῦσα εὐδαιμονία παρέσχεν ὄκνον μὴ ἐλθεῖν ἐς τὰ δεινά·
隣人たちがすでに離反して征服されたその不幸も、彼らにとっての警告とはならず、また現在の幸福も、恐るべき危険へと突き進むことを思いとどまらせることはありませんでした。
γενόμενοι δὲ πρὸς τὸ μέλλον θρασεῖς καὶ ἐλπίσαντες μακρότερα μὲν τῆς δυνάμεως, ἐλάσσω δὲ τῆς βουλήσεως, πόλεμον ἤραντο, ἰσχὺν ἀξιώσαντες τοῦ δικαίου προθεῖναι·
彼らは将来に対して大胆になり、自分たちの能力を超えるものの、自分たちの野心よりは小さいものを期待して、正義よりも力を優先することを選択し、戦争を起こしました。
ἐν ᾧ γὰρ ᾠήθησαν περιέσεσθαι, ἐπέθεντο ἡμῖν οὐκ ἀδικούμενοι.
彼らは自分たちが勝利すると思ったその瞬間に、いかなる不当な扱いも受けていないにもかかわらず、我々を襲ったのです。
§3.39.4εἴωθε δὲ τῶν πόλεων αἷς ἂν μάλιστα καὶ δι’ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, ἐς ὕβριν τρέπειν·
突如として最大の繁栄が極めて短期間のうちに訪れる都市においては、傲慢へと傾くのが常です。
τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν, καὶ κακοπραγίαν ὡς εἰπεῖν ῥᾷον ἀπωθοῦνται ἢ εὐδαιμονίαν διασῴζονται.
人間にとって、道理にかなった幸福の方が、予想外の幸福よりも安全であり、いわば、不運を退ける方が、幸福を維持することよりも容易なのです。
§3.39.5χρῆν δὲ Μυτιληναίους καὶ πάλαι μηδὲν διαφερόντως τῶν ἄλλων ὑφ’ ἡμῶν τετιμῆσθαι, καὶ οὐκ ἂν ἐς τόδε ἐξύβρισαν·
ミュティレネ人は、以前から他者と何ら異なることなく我々によって遇されるべきであったのです。 そうであれば、彼らがこれほどの傲慢に陥ることはなかったでしょう。
πέφυκε γὰρ καὶ ἄλλως ἄνθρωπος τὸ μὲν θεραπεῦον ὑπερφρονεῖν, τὸ δὲ μὴ ὑπεῖκον θαυμάζειν.
なぜなら、人間はもともと、自分をへつらう者を軽蔑し、屈服しない者を敬う性質があるからです。
§3.39.6κολασθέντων δὲ καὶ νῦν ἀξίως τῆς ἀδικίας, καὶ μὴ τοῖς μὲν ὀλίγοις ἡ αἰτία προστεθῇ, τὸν δὲ δῆμον ἀπολύσητε.
それゆえ、今こそ彼らの不正にふさわしく処罰されるべきであり、少数の者たちだけに責任を帰して、民衆を免罪してはなりません。
πάντες γὰρ ὑμῖν γε ὁμοίως ἐπέθεντο, οἷς γ’ ἐξῆν ὡς ἡμᾶς τραπομένοις νῦν πάλιν ἐν τῇ πόλει εἶναι·
なぜなら、全員が等しくあなた方を襲ったからであり、彼らは我々の側につくことで、今頃は再び自分たちの都市に戻ることができたはずなのです。
ἀλλὰ τὸν μετὰ τῶν ὀλίγων κίνδυνον ἡγησάμενοι βεβαιότερον ξυναπέστησαν.
しかし、少数の者たちと危険を共にする方がより確実であると判断し、共に離反したのです。
§3.39.7τῶν τε ξυμμάχων σκέψασθε εἰ τοῖς τε ἀναγκασθεῖσιν ὑπὸ τῶν πολεμίων καὶ τοῖς ἑκοῦσιν ἀποστᾶσι τὰς αὐτὰς ζημίας προσθήσετε, τίνα οἴεσθε ὅντινα οὐ βραχείᾳ προφάσει ἀποστήσεσθαι, ὅταν ἢ κατορθώσαντι ἐλευθέρωσις ᾖ ἢ σφαλέντι μηδὲν παθεῖν ἀνήκεστον;
同盟国について考えてみなさい。 敵によって強制された者たちと、自発的に離反した者たちに同じ罰を科すならば、わずかな口実で離反しない者が誰一人としていないとあなた方は思うのではないですか。 成功すれば自由が得られ、失敗しても取り返しのつかない打撃を被ることはないのですから。
§3.39.8ἡμῖν δὲ πρὸς ἑκάστην πόλιν ἀποκεκινδυνεύσεται τά τε χρήματα καὶ αἱ ψυχαί, καὶ τυχόντες μὲν πόλιν ἐφθαρμένην παραλαβόντες τῆς ἔπειτα προσόδου, δι’ ἣν ἰσχύομεν, τὸ λοιπὸν στερήσεσθε, σφαλέντες δὲ πολεμίους πρὸς τοῖς ὑπάρχουσιν ἕξομεν, καὶ ὃν χρόνον τοῖς νῦν καθεστηκόσι δεῖ ἐχθροῖς ἀνθίστασθαι, τοῖς οἰκείοις ξυμμάχοις πολεμήσομεν.
我々にとっては、個々の都市に対して、資金と生命が危険にさらされることになるでしょう。 そして成功したとしても、荒廃した都市を引き取ることになり、我々の強さの源泉である今後の税入を、将来にわたって奪われることになるのです。 また失敗すれば、既存の敵に加えて新たな敵を抱えることになり、本来なら現在の敵に立ち向かうべき時間を、身内の同盟国と戦うために費やすことになるでしょう。 」