§3.38.1‘ἐγὼ μὲν οὖν ὁ αὐτός εἰμι τῇ γνώμῃ καὶ θαυμάζω μὲν τῶν προθέντων αὖθις περὶ Μυτιληναίων λέγειν καὶ χρόνου διατριβὴν ἐμποιησάντων, ὅ ἐστι πρὸς τῶν ἠδικηκότων μᾶλλον (ὁ γὰρ παθὼν τῷ δράσαντι ἀμβλυτέρᾳ τῇ ὀργῇ ἐπεξέρχεται, ἀμύνεσθαι δὲ τῷ παθεῖν ὅτι ἐγγυτάτω κείμενον ἀντίπαλον ὂν μάλιστα τὴν τιμωρίαν ἀναλαμβάνει), θαυμάζω δὲ καὶ ὅστις ἔσται ὁ ἀντερῶν καὶ ἀξιώσων ἀποφαίνειν τὰς μὲν Μυτιληναίων ἀδικίας ἡμῖν ὠφελίμους οὔσας, τὰς δ’ ἡμετέρας ξυμφορὰς τοῖς ξυμμάχοις βλάβας καθισταμένας.
「さて、私自身は以前と同じ意見であり、ミュティレネ人について再び議論することを提案し、時間の浪費を引き起こした者たちに驚いています。 そのような引き延ばしは、むしろ不正を働いた者たちの利益になるからです(なぜなら、被害を受けた者は、加害者に対して、怒りが鈍った状態で追及することになり、これに対して、被害を受けたことにできる限り近い時点で報復することは、対等なものとしての復讐を最も効果的に取り戻すからです)。 また、反対演説を行い、ミュティレネ人の不正が我々にとって有益であり、我々の不運が同盟国にとって不利益となることを証明しようとする者が誰になるのかにも驚いています。
§3.38.2καὶ δῆλον ὅτι ἢ τῷ λέγειν πιστεύσας τὸ πάνυ δοκοῦν ἀνταποφῆναι ὡς οὐκ ἔγνωσται ἀγωνίσαιτ’ ἄν, ἢ κέρδει ἐπαιρόμενος τὸ εὐπρεπὲς τοῦ λόγου ἐκπονήσας παράγειν πειράσεται.
そして明らかなのは、そのような者は、あるいは自らの弁論術を頼みとして、完全に決定されたと思われることを、まだ決定されていないとして証明するために争うか、あるいは、利益にそそられて、見事な言辞を練り上げてあなた方を惑わそうとするだろうということです。
§3.38.3ἡ δὲ πόλις ἐκ τῶν τοιῶνδε ἀγώνων τὰ μὲν ἆθλα ἑτέροις δίδωσιν, αὐτὴ δὲ τοὺς κινδύνους ἀναφέρει.
しかし、国家はこのような競争から、賞品は他者に与え、自らは危険を背負い込むことになります。
§3.38.4αἴτιοι δ’ ὑμεῖς κακῶς ἀγωνοθετοῦντες, οἵτινες εἰώθατε θεαταὶ μὲν τῶν λόγων γίγνεσθαι, ἀκροαταὶ δὲ τῶν ἔργων, τὰ μὲν μέλλοντα ἔργα ἀπὸ τῶν εὖ εἰπόντων σκοποῦντες ὡς δυνατὰ γίγνεσθαι, τὰ δὲ πεπραγμένα ἤδη, οὐ τὸ δρασθὲν πιστότερον ὄψει λαβόντες ἢ τὸ ἀκουσθέν, ἀπὸ τῶν λόγῳ καλῶς ἐπιτιμησάντων·
その責任は、悪しき競技委員として振る舞うあなた方にあります。 あなた方は、言葉の観客となり、行動の聴衆となることに慣れており、将来の行動については、見事に語る者たちの言葉から、それが実現可能であると判断し、すでに実行された事柄については、自らの目で見た実行の事実よりも、言葉巧みに非難する者たちの言葉から聞いたことを信頼しているからです。
§3.38.5καὶ μετὰ καινότητος μὲν λόγου ἀπατᾶσθαι ἄριστοι, μετὰ δεδοκιμασμένου δὲ μὴ ξυνέπεσθαι ἐθέλειν, δοῦλοι ὄντες τῶν αἰεὶ ἀτόπων, ὑπερόπται δὲ τῶν εἰωθότων,
また、目新しい言葉によって欺かれることにかけては極めて騙されやすく、検証済みの事柄に従うことを拒み、常に奇妙な事柄の奴隷であり、習慣となっている事柄を軽蔑しています。
§3.38.6καὶ μάλιστα μὲν αὐτὸς εἰπεῖν ἕκαστος βουλόμενος δύνασθαι, εἰ δὲ μή, ἀνταγωνιζόμενοι τοῖς τοιαῦτα λέγουσι μὴ ὕστεροι ἀκολουθῆσαι δοκεῖν τῇ γνώμῃ, ὀξέως δέ τι λέγοντος προεπαινέσαι, καὶ προαισθέσθαι τε πρόθυμοι εἶναι τὰ λεγόμενα καὶ προνοῆσαι βραδεῖς τὰ ἐξ αὐτῶν ἀποβησόμενα,
そして、とりわけ誰もが自分自身で語ることができるよう望み、それができなければ、そのようなことを語る者たちと競い合って、理解において遅れをとっていると思われないようにし、誰かが鋭いことを言うと、先んじて賞賛し、語られていることを先回りして理解しようと熱心である一方、それから生じる結果を見通すことについては鈍いのです。
§3.38.7ζητοῦντές τε ἄλλο τι ὡς εἰπεῖν ἢ ἐν οἷς ζῶμεν, φρονοῦντες δὲ οὐδὲ περὶ τῶν παρόντων ἱκανῶς·
いわば、我々が暮らしている現実とは異なる何かを追い求め、目の前にある現実の事柄についてさえ、十分に考えてはいません。
ἁπλῶς τε ἀκοῆς ἡδονῇ ἡσσώμενοι καὶ σοφιστῶν θεαταῖς ἐοικότες καθημένοις μᾶλλον ἢ περὶ πόλεως βουλευομένοις.
端的に言えば、あなた方は耳で聞く快楽に負けており、国家について審議する者たちというよりは、むしろ着席してソフィストたちの講義を見物している者たちに似ているのです。 」