§3.39.1‘ὧν ἐγὼ πειρώμενος ἀποτρέπειν ὑμᾶς ἀποφαίνω Μυτιληναίους μάλιστα δὴ μίαν πόλιν ἠδικηκότας ὑμᾶς.
"Attempting to turn you away from these things, I declare that the Mytilenaeans have done you the greatest wrong that any single city could do.
§3.39.2ἐγὼ γάρ, οἵτινες μὲν μὴ δυνατοὶ φέρειν τὴν ὑμετέραν ἀρχὴν ἢ οἵτινες ὑπὸ τῶν πολεμίων ἀναγκασθέντες ἀπέστησαν, ξυγγνώμην ἔχω· νῆσον δὲ οἵτινες ἔχοντες μετὰ τειχῶν καὶ κατὰ θάλασσαν μόνον φοβούμενοι τοὺς ἡμετέρους πολεμίους, ἐν ᾧ καὶ αὐτοὶ τριήρων παρασκευῇ οὐκ ἄφαρκτοι ἦσαν πρὸς αὐτούς, αὐτόνομοί τε οἰκοῦντες καὶ τιμώμενοι ἐς τὰ πρῶτα ὑπὸ ἡμῶν τοιαῦτα εἰργάσαντο, τί ἄλλο οὗτοι ἢ ἐπεβούλευσάν τε καὶ ἐπανέστησαν μᾶλλον ἢ ἀπέστησαν (ἀπόστασις μέν γε τῶν βίαιόν τι πασχόντων ἐστίν), ἐζήτησάν τε μετὰ τῶν πολεμιωτάτων ἡμᾶς στάντες διαφθεῖραι;
For I can forgive those who revolted because they were unable to bear your rule, or who were forced to do so by the enemy; but for those who held an island with walls, and had to fear our enemies only by sea—where they themselves were not unprotected against them with a fleet of triremes—and who lived independent and were honored by us in the highest degree, to have acted in this way, what else is this than that they plotted and rebelled, rather than revolted (for revolt is the act of those who suffer some violence)? And they sought to destroy us by taking their stand with our bitterest enemies.
καίτοι δεινότερόν ἐστιν ἢ εἰ καθ’ αὑτοὺς δύναμιν κτώμενοι ἀντεπολέμησαν.
Indeed, this is more monstrous than if they had acquired power on their own and made war against us.
§3.39.3παράδειγμα δὲ αὐτοῖς οὔτε αἱ τῶν πέλας ξυμφοραὶ ἐγένοντο, ὅσοι ἀποστάντες ἤδη ἡμῶν ἐχειρώθησαν, οὔτε ἡ παροῦσα εὐδαιμονία παρέσχεν ὄκνον μὴ ἐλθεῖν ἐς τὰ δεινά·
Neither did the misfortunes of their neighbors, as many as had already revolted and been subdued, serve as an example to them, nor did their present prosperity make them hesitate to enter into dangers.
γενόμενοι δὲ πρὸς τὸ μέλλον θρασεῖς καὶ ἐλπίσαντες μακρότερα μὲν τῆς δυνάμεως, ἐλάσσω δὲ τῆς βουλήσεως, πόλεμον ἤραντο, ἰσχὺν ἀξιώσαντες τοῦ δικαίου προθεῖναι· ἐν ᾧ γὰρ ᾠήθησαν περιέσεσθαι, ἐπέθεντο ἡμῖν οὐκ ἀδικούμενοι.
Becoming bold as to the future, and hoping for things beyond their power though less than their desire, they undertook war, thinking fit to put might before right; for at the moment they thought they would prevail, they attacked us without having suffered any wrong.
§3.39.4εἴωθε δὲ τῶν πόλεων αἷς ἂν μάλιστα καὶ δι’ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, ἐς ὕβριν τρέπειν· τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν, καὶ κακοπραγίαν ὡς εἰπεῖν ῥᾷον ἀπωθοῦνται ἢ εὐδαιμονίαν διασῴζονται.
It is standard for states to turn to insolence when unexpected prosperity comes to them in the greatest degree and in the shortest time; for general good fortune that comes according to reason is safer for men than what is beyond expectation, and they can, so to speak, more easily ward off adversity than preserve prosperity.
§3.39.5χρῆν δὲ Μυτιληναίους καὶ πάλαι μηδὲν διαφερόντως τῶν ἄλλων ὑφ’ ἡμῶν τετιμῆσθαι, καὶ οὐκ ἂν ἐς τόδε ἐξύβρισαν· πέφυκε γὰρ καὶ ἄλλως ἄνθρωπος τὸ μὲν θεραπεῦον ὑπερφρονεῖν, τὸ δὲ μὴ ὑπεῖκον θαυμάζειν.
The Mytilenaeans ought long ago to have been honored by us in no way differently from the others, and they would not have broken out into such insolence; for it is otherwise natural for man to despise those who court him, and to respect those who do not yield.
§3.39.6κολασθέντων δὲ καὶ νῦν ἀξίως τῆς ἀδικίας, καὶ μὴ τοῖς μὲν ὀλίγοις ἡ αἰτία προστεθῇ, τὸν δὲ δῆμον ἀπολύσητε.
Therefore, let them now be punished in a manner worthy of their crime, and do not lay the blame on the few while acquitting the commons.
πάντες γὰρ ὑμῖν γε ὁμοίως ἐπέθεντο, οἷς γ’ ἐξῆν ὡς ἡμᾶς τραπομένοις νῦν πάλιν ἐν τῇ πόλει εἶναι· ἀλλὰ τὸν μετὰ τῶν ὀλίγων κίνδυνον ἡγησάμενοι βεβαιότερον ξυναπέστησαν.
For they all alike attacked you, when they might, by turning to us, be back in their city now; but thinking the danger with the few to be safer, they joined in the revolt.
§3.39.7τῶν τε ξυμμάχων σκέψασθε εἰ τοῖς τε ἀναγκασθεῖσιν ὑπὸ τῶν πολεμίων καὶ τοῖς ἑκοῦσιν ἀποστᾶσι τὰς αὐτὰς ζημίας προσθήσετε, τίνα οἴεσθε ὅντινα οὐ βραχείᾳ προφάσει ἀποστήσεσθαι, ὅταν ἢ κατορθώσαντι ἐλευθέρωσις ᾖ ἢ σφαλέντι μηδὲν παθεῖν ἀνήκεστον;
Consider also your allies: if you impose the same penalties on those forced by the enemy and those who revolted voluntarily, who do you think will not revolt on the slightest pretext, when success means liberation and failure entails nothing irremediable?
§3.39.8ἡμῖν δὲ πρὸς ἑκάστην πόλιν ἀποκεκινδυνεύσεται τά τε χρήματα καὶ αἱ ψυχαί, καὶ τυχόντες μὲν πόλιν ἐφθαρμένην παραλαβόντες τῆς ἔπειτα προσόδου, δι’ ἣν ἰσχύομεν, τὸ λοιπὸν στερήσεσθε, σφαλέντες δὲ πολεμίους πρὸς τοῖς ὑπάρχουσιν ἕξομεν, καὶ ὃν χρόνον τοῖς νῦν καθεστηκόσι δεῖ ἐχθροῖς ἀνθίστασθαι, τοῖς οἰκείοις ξυμμάχοις πολεμήσομεν.
As for us, we shall have to risk our money and our lives against every single city; and if we succeed, we shall receive a ruined city and be deprived of its future revenue, which is the source of our strength, for the remaining time; while if we fail, we shall add more enemies to those we already have, and during the time we ought to oppose our existing foes, we shall be fighting our own allies."