§3.20.1τοῦ δ’ αὐτοῦ χειμῶνος οἱ Πλαταιῆς (ἔτι γὰρ ἐπολιορκοῦντο ὑπὸ τῶν Πελοποννησίων καὶ Βοιωτῶν) ἐπειδὴ τῷ τε σίτῳ ἐπιλείποντι ἐπιέζοντο καὶ ἀπὸ τῶν Ἀθηνῶν οὐδεμία ἐλπὶς ἦν τιμωρίας οὐδὲ ἄλλη σωτηρία ἐφαίνετο, ἐπιβουλεύουσιν αὐτοί τε καὶ Ἀθηναίων οἱ ξυμπολιορκούμενοι πρῶτον μὲν πάντες ἐξελθεῖν καὶ ὑπερβῆναι τὰ τείχη τῶν πολεμίων, ἢν δύνωνται βιάσασθαι, ἐσηγησαμένων τὴν πεῖραν αὐτοῖς Θεαινέτου τε τοῦ Τολμίδου ἀνδρὸς μάντεως καὶ Εὐπομπίδου τοῦ Δαϊμάχου, ὃς καὶ ἐστρατήγει·
同じ冬に、プラタイア人たちは(彼らは依然としてペロポネソス人たちとボイオティア人たちによって包囲されていたのであるが)、食糧が尽きかけて困窮し、アテナイからの援助の望みも全くなく、他に救われる見込みも立たなくなったため、彼ら自身と、ともに包囲されていたアテナイ人たちは、もし力づくで突破できるならば、まずは全員で脱出して敵の包囲壁を乗り越えることを計画した。 この試みを彼らに提案したのは、トルミデスの息子で預言者であるテアイネトスと、将軍でもあったダイマコスの息子エウポンピデスであった。
§3.20.2ἔπειτα οἱ μὲν ἡμίσεις ἀπώκνησάν πως τὸν κίνδυνον μέγαν ἡγησάμενοι, ἐς δὲ ἄνδρας διακοσίους καὶ εἴκοσι μάλιστα ἐνέμειναν τῇ ἐξόδῳ ἐθελονταὶ τρόπῳ τοιῷδε.
その後、半数の者は危険が大きすぎると考えていくぶん気後れしたが、およそ二百二十人の男たちが、志願して次のような方法でこの脱出計画にとどまった。
§3.20.3κλίμακας ἐποιήσαντο ἴσας τῷ τείχει τῶν πολεμίων·
彼らは敵の包囲壁と同じ高さの梯子を作った。
ξυνεμετρήσαντο δὲ ταῖς ἐπιβολαῖς τῶν πλίνθων, ᾗ ἔτυχε πρὸς σφᾶς οὐκ ἐξαληλιμμένον τὸ τεῖχος αὐτῶν.
彼らは、敵の壁が自分たちに面している側でたまたま漆喰が塗られていない箇所において、煉瓦の層を数えることでその寸法を測り合わせたのである。
ἠριθμοῦντο δὲ πολλοὶ ἅμα τὰς ἐπιβολάς, καὶ ἔμελλον οἱ μέν τινες ἁμαρτήσεσθαι οἱ δὲ πλείους τεύξεσθαι τοῦ ἀληθοῦς λογισμοῦ, ἄλλως τε καὶ πολλάκις ἀριθμοῦντες καὶ ἅμα οὐ πολὺ ἀπέχοντες, ἀλλὰ ῥᾳδίως καθορωμένου ἐς ὃ ἐβούλοντο τοῦ τείχους.
多くの者が同時にその煉瓦の層を数えた。 一部の者は数え間違うかもしれないが、何度も繰り返し数え、かつ距離も遠くなく、彼らが見ようとする壁の箇所が容易に見通せたため、大半の者は正確な計算に達するはずであった。
§3.20.4τὴν μὲν οὖν ξυμμέτρησιν τῶν κλιμάκων οὕτως ἔλαβον, ἐκ τοῦ πάχους τῆς πλίνθου εἰκάσαντες τὸ μέτρον.
こうして彼らは、煉瓦の厚みから全体の寸法を推測することで、梯子の寸法を割り出したのである。