Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.20.1-3.20.4

普拉提亚人的突围计划与云梯制作

第 269 段,共 917 段 · 希腊语

内容简介

被围困的普拉提亚人和雅典盟友计划通过攀爬敌人的围墙来突围。他们通过计算砖块层数确定了梯子的高度,约有二百二十名自愿者决心执行这一计划。

§3.20.1τοῦ δ’ αὐτοῦ χειμῶνος οἱ Πλαταιῆς (ἔτι γὰρ ἐπολιορκοῦντο ὑπὸ τῶν Πελοποννησίων καὶ Βοιωτῶν) ἐπειδὴ τῷ τε σίτῳ ἐπιλείποντι ἐπιέζοντο καὶ ἀπὸ τῶν Ἀθηνῶν οὐδεμία ἐλπὶς ἦν τιμωρίας οὐδὲ ἄλλη σωτηρία ἐφαίνετο, ἐπιβουλεύουσιν αὐτοί τε καὶ Ἀθηναίων οἱ ξυμπολιορκούμενοι πρῶτον μὲν πάντες ἐξελθεῖν καὶ ὑπερβῆναι τὰ τείχη τῶν πολεμίων, ἢν δύνωνται βιάσασθαι, ἐσηγησαμένων τὴν πεῖραν αὐτοῖς Θεαινέτου τε τοῦ Τολμίδου ἀνδρὸς μάντεως καὶ Εὐπομπίδου τοῦ Δαϊμάχου, ὃς καὶ ἐστρατήγει·
在同一个冬天,普拉提亚人(因为他们仍被伯罗奔尼撒人和波奥蒂亚人包围着),由于粮食将尽而陷入困境,且从雅典获得援助的希望已经破灭,也看不到其他生路,于是他们自己以及与他们一同被围困的雅典人便计划:如果能够强行突破,首先全体出城并越过敌人的围墙。 向他们提出这一尝试建议的是托尔米德斯之子、预言家塞艾内托斯,以及戴马科斯之子、当时亦任将军之职的欧蓬皮德斯。
§3.20.2ἔπειτα οἱ μὲν ἡμίσεις ἀπώκνησάν πως τὸν κίνδυνον μέγαν ἡγησάμενοι, ἐς δὲ ἄνδρας διακοσίους καὶ εἴκοσι μάλιστα ἐνέμειναν τῇ ἐξόδῳ ἐθελονταὶ τρόπῳ τοιῷδε.
随后,大约半数的人由于认为危险太大而有些退缩,但约有二百二十人自愿坚持了这一突围计划,其方式如下。
§3.20.3κλίμακας ἐποιήσαντο ἴσας τῷ τείχει τῶν πολεμίων·
他们制作了与敌方围墙等高的梯子。
ξυνεμετρήσαντο δὲ ταῖς ἐπιβολαῖς τῶν πλίνθων, ᾗ ἔτυχε πρὸς σφᾶς οὐκ ἐξαληλιμμένον τὸ τεῖχος αὐτῶν.
他们是通过计算砖块的层数来测定尺寸的,计算的地点选在敌人的围墙朝向他们一侧、刚好未抹泥灰的地方。
ἠριθμοῦντο δὲ πολλοὶ ἅμα τὰς ἐπιβολάς, καὶ ἔμελλον οἱ μέν τινες ἁμαρτήσεσθαι οἱ δὲ πλείους τεύξεσθαι τοῦ ἀληθοῦς λογισμοῦ, ἄλλως τε καὶ πολλάκις ἀριθμοῦντες καὶ ἅμα οὐ πολὺ ἀπέχοντες, ἀλλὰ ῥᾳδίως καθορωμένου ἐς ὃ ἐβούλοντο τοῦ τείχους.
许多人同时计算着层数,虽然有些人可能会算错,但大多数人会得出正确的数值,尤其是因为他们反复计算,且距离不远,他们想要观察的那部分围墙很容易看得一清二楚。
§3.20.4τὴν μὲν οὖν ξυμμέτρησιν τῶν κλιμάκων οὕτως ἔλαβον, ἐκ τοῦ πάχους τῆς πλίνθου εἰκάσαντες τὸ μέτρον.
因此,他们就是这样,通过估算砖块的厚度来推测高度,从而测得了梯子的尺寸。

词汇与语法注释

  1. §3.20.1ἐσηγησαμένων τὴν πεῖραν αὐτοῖς — 属格独立结构,意为“随着他们向他们建议这一尝试”。分词 ἐσηγησαμένων 的语法主语是 Θεαινέτου 和 Εὐπομπίδου。该结构置于句末,用以说明主句动词 ἐπιβουλεύουσιν 所描述计划的发起者。
  2. §3.20.3ᾗ ἔτυχε πρὸς σφᾶς οὐκ ἐξαληλιμμένον τὸ τεῖχος αὐτῶν — ᾗ 是表示地点的关系副词(“在……的地方”)。ἔτυχε 伴随补充性分词 οὐκ ἐξαληλιμμένον,表示“碰巧未涂抹上泥灰”。αὐτῶν(“他们的”,指敌人的)修饰 τὸ τεῖχος,而 πρὸς σφᾶς(“面向他们自己”)意为“在面向普拉提亚人的一侧”。
  3. §3.20.3καθορωμένου ἐς ὃ ἐβούλοντο τοῦ τείχους — 属格独立结构。τοῦ τείχους(墙)是受动分词 καθορωμένου 的实质主语,关系从句 ἐς ὃ ἐβούλοντο(“到他们想看的地方”)限制了所观察的墙壁范围。虽然也可以解释为无人称的独立结构,但将 τοῦ τείχους(或关系从句所指代的部分)视为分词的主语更为自然。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.20.1-3.20.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.20.1-3.20.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。