§2.64.1‘ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε μήτε ἐμὲ δι’ ὀργῆς ἔχετε, ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν, εἰ καὶ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν ἅπερ εἰκὸς ἦν μὴ ἐθελησάντων ὑμῶν ὑπακούειν, ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον.
「しかし、あなた方はこのような市民たちに惑わされてはならず、私に対して怒りを抱いてはならない。 あなた方自身も一緒に戦争をすることを決定した相手である私に対して。 たとえ、敵が攻め込んできて、あなた方が従属を望まなかった場合に当然なすべきであったことを行ったとしても。 また、私たちが予想していた以上の出来事として、この疫病が発生したとしても。 これはまさしく、あらゆる事柄の中で唯一、予想を超えて起こったことである。
καὶ δι’ αὐτὴν οἶδ’ ὅτι μέρος τι μᾶλλον ἔτι μισοῦμαι, οὐ δικαίως, εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσετε.
そして、この疫病のゆえに、私がさらにいくらか余計に憎まれていることを私は知っているが、それは不当なことである。 あなた方が予想に反して何かうまくいく時にもそれを私の手柄に帰するというのでなければ。
§2.64.2φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀναγκαίως τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως·
神から下されるものは避けがたいものとして、敵から受けるものは勇敢に引き受けるべきである。
ταῦτα γὰρ ἐν ἔθει τῇδε τῇ πόλει πρότερόν τε ἦν νῦν τε μὴ ἐν ὑμῖν κωλυθῇ.
これらは、これまでのこの国家の慣習であり、今あなた方の代で妨げられてはならない。
§2.64.3γνῶτε δὲ ὄνομα μέγιστον αὐτὴν ἔχουσαν ἐν ἅπασιν ἀνθρώποις διὰ τὸ ταῖς ξυμφοραῖς μὴ εἴκειν, πλεῖστα δὲ σώματα καὶ πόνους ἀνηλωκέναι πολέμῳ, καὶ δύναμιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην, ἧς ἐς ἀΐδιον τοῖς ἐπιγιγνομένοις, ἢν καὶ νῦν ὑπενδῶμέν ποτε (πάντα γὰρ πέφυκε καὶ ἐλασσοῦσθαι), μνήμη καταλελείψεται, Ἑλλήνων τε ὅτι Ἕλληνες πλείστων δὴ ἤρξαμεν, καὶ πολέμοις μεγίστοις ἀντέσχομεν πρός τε ξύμπαντας καὶ καθ’ ἑκάστους, πόλιν τε τοῖς πᾶσιν εὐπορωτάτην καὶ μεγίστην ᾠκήσαμεν.
また、知るべきである。 この国家が、不幸に屈しないことによってあらゆる人々の間で最も偉大な名声を得ており、最も多くの人命と労苦を戦争に費やしてきたこと、そして現在に至るまでまさしく最大の力を保持してきたことを。 その力の記憶は、たとえ私たちが今いつの日か屈することがあるとしても(すべてのものは生まれつき衰退するものであるが)、後世の人々に永遠に残されるだろう。 すなわち、ギリシア人として私たちが、まさしく最も多くのギリシア人を支配し、全体に対しても個々に対しても最大の戦争を耐え抜き、すべてにおいて最も豊かで最大の国家を築いたという記憶が。
§2.64.4καίτοι ταῦτα ὁ μὲν ἀπράγμων μέμψαιτ’ ἄν, ὁ δὲ δρᾶν τι καὶ αὐτὸς βουλόμενος ζηλώσει·
もっとも、これらのことを、何もしない者は非難するかもしれないが、自ら何かを行おうとする者は模範として熱望するだろう。
εἰ δέ τις μὴ κέκτηται, φθονήσει.
そして、これらを手に入れていない者は、嫉妬するだろう。
§2.64.5τὸ δὲ μισεῖσθαι καὶ λυπηροὺς εἶναι ἐν τῷ παρόντι πᾶσι μὲν ὑπῆρξε δὴ ὅσοι ἕτεροι ἑτέρων ἠξίωσαν ἄρχειν·
現在において憎まれ、煙たがられることは、他者を支配することがふさわしいと考えたすべての人々にまさしく起こったことである。
ὅστις δὲ ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται.
しかし、最大の目的のために、嫉妬を受けることを引き受ける者は、正しく決断しているのである。
μῖσος μὲν γὰρ οὐκ ἐπὶ πολὺ ἀντέχει, ἡ δὲ παραυτίκα τε λαμπρότης καὶ ἐς τὸ ἔπειτα δόξα αἰείμνηστος καταλείπεται.
というのも、憎しみは長く続くものではないが、その瞬間の輝きと、その後の永遠に記憶されるべき栄光は、後に残されるからである。
§2.64.6ὑμεῖς δὲ ἔς τε τὸ μέλλον καλὸν προγνόντες ἔς τε τὸ αὐτίκα μὴ αἰσχρὸν τῷ ἤδη προθύμῳ ἀμφότερα κτήσασθε, καὶ Λακεδαιμονίοις μήτε ἐπικηρυκεύεσθε μήτε ἔνδηλοι ἔστε τοῖς παροῦσι πόνοις βαρυνόμενοι, ὡς οἵτινες πρὸς τὰς ξυμφορὰς γνώμῃ μὲν ἥκιστα λυποῦνται, ἔργῳ δὲ μάλιστα ἀντέχουσιν, οὗτοι καὶ πόλεων καὶ ἰδιωτῶν κράτιστοί εἰσιν.
それゆえあなた方は、未来における気高きものと、今この瞬間の不名誉とならないものの双方を、今すぐの熱意によって手に入れなさい。 そして、ラケダイモン人たちに和平の使者を送ることも、現在の苦難に打ちひしがれていることを露呈することもしないようにしなさい。 不幸に対して、心の中では最も悲しまず、行動において最も強く立ち向かう者たちこそ、国家にとっても個人にとっても最も強い者たちだからである。
’
」