§2.64.1‘ὑμεῖς δὲ μήτε ὑπὸ τῶν τοιῶνδε πολιτῶν παράγεσθε μήτε ἐμὲ δι’ ὀργῆς ἔχετε, ᾧ καὶ αὐτοὶ ξυνδιέγνωτε πολεμεῖν, εἰ καὶ ἐπελθόντες οἱ ἐναντίοι ἔδρασαν ἅπερ εἰκὸς ἦν μὴ ἐθελησάντων ὑμῶν ὑπακούειν, ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον.
“但是,你们既不要被这类市民所误导,也不要对我怀有怒火——毕竟你们自己也曾与我一同决定进行这场战争,即便敌人入侵并做出了在你们不愿屈服时理所当然会做的事,并且还发生了这场超出我们预期的疫病,这确实是所有事物中唯一超乎期望而发生的。
καὶ δι’ αὐτὴν οἶδ’ ὅτι μέρος τι μᾶλλον ἔτι μισοῦμαι, οὐ δικαίως, εἰ μὴ καὶ ὅταν παρὰ λόγον τι εὖ πράξητε ἐμοὶ ἀναθήσετε.
我知道,因为这场疫病,我承受了更多一些的怨恨,这是不公正的,除非当你们出乎意料地取得某种成功时,你们也会将其归功于我。
§2.64.2φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀναγκαίως τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως· ταῦτα γὰρ ἐν ἔθει τῇδε τῇ πόλει πρότερόν τε ἦν νῦν τε μὴ ἐν ὑμῖν κωλυθῇ.
我们应当顺从地承受天灾,并勇敢地面对敌人带来的痛苦;因为这些在过去是这座城邦的传统,现在请不要在你们身上中断(被阻止)。
§2.64.3γνῶτε δὲ ὄνομα μέγιστον αὐτὴν ἔχουσαν ἐν ἅπασιν ἀνθρώποις διὰ τὸ ταῖς ξυμφοραῖς μὴ εἴκειν, πλεῖστα δὲ σώματα καὶ πόνους ἀνηλωκέναι πολέμῳ, καὶ δύναμιν μεγίστην δὴ μέχρι τοῦδε κεκτημένην, ἧς ἐς ἀΐδιον τοῖς ἐπιγιγνομένοις, ἢν καὶ νῦν ὑπενδῶμέν ποτε (πάντα γὰρ πέφυκε καὶ ἐλασσοῦσθαι), μνήμη καταλελείψεται, Ἑλλήνων τε ὅτι Ἕλληνες πλείστων δὴ ἤρξαμεν, καὶ πολέμοις μεγίστοις ἀντέσχομεν πρός τε ξύμπαντας καὶ καθ’ ἑκάστους, πόλιν τε τοῖς πᾶσιν εὐπορωτάτην καὶ μεγίστην ᾠκήσαμεν.
你们应当知道,这座城邦之所以在全人类中享有最伟大的名声,是因为它不屈服于不幸,并且在战争中消耗了最多的人命与劳苦,且直到现在确实拥有着最伟大的力量。 这股力量的记忆将永远留给后代,即使我们现在某天也会屈服(因为一切事物按其本性都会衰退);这记忆就是:我们作为希腊人,统治了最多的希腊人,并且在对付联合起来或单独作战的敌人时,承受了最大的战争,建立了一座在各方面都最富庶、最伟大的城邦。
§2.64.4καίτοι ταῦτα ὁ μὲν ἀπράγμων μέμψαιτ’ ἄν, ὁ δὲ δρᾶν τι καὶ αὐτὸς βουλόμενος ζηλώσει· εἰ δέ τις μὴ κέκτηται, φθονήσει.
然而,无所事事的人可能会指责这些,而那些自己也渴望有所作为的人则会效法它们;如果有人不曾拥有,则会产生嫉妒。
§2.64.5τὸ δὲ μισεῖσθαι καὶ λυπηροὺς εἶναι ἐν τῷ παρόντι πᾶσι μὲν ὑπῆρξε δὴ ὅσοι ἕτεροι ἑτέρων ἠξίωσαν ἄρχειν· ὅστις δὲ ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται.
在当前受到怨恨和令人厌恶,确实是所有认为自己理应统治他人者所共同经历的;但那些为了最伟大的事业而招致嫉妒的人,其做出的抉择是正确的。
μῖσος μὲν γὰρ οὐκ ἐπὶ πολὺ ἀντέχει, ἡ δὲ παραυτίκα τε λαμπρότης καὶ ἐς τὸ ἔπειτα δόξα αἰείμνηστος καταλείπεται.
因为怨恨不会持续太久,而眼前的辉煌与此后永恒的荣耀将会流传后世。
§2.64.6ὑμεῖς δὲ ἔς τε τὸ μέλλον καλὸν προγνόντες ἔς τε τὸ αὐτίκα μὴ αἰσχρὸν τῷ ἤδη προθύμῳ ἀμφότερα κτήσασθε, καὶ Λακεδαιμονίοις μήτε ἐπικηρυκεύεσθε μήτε ἔνδηλοι ἔστε τοῖς παροῦσι πόνοις βαρυνόμενοι, ὡς οἵτινες πρὸς τὰς ξυμφορὰς γνώμῃ μὲν ἥκιστα λυποῦνται, ἔργῳ δὲ μάλιστα ἀντέχουσιν, οὗτοι καὶ πόλεων καὶ ἰδιωτῶν κράτιστοί εἰσιν.
因此,你们要预先看到未来的崇高和眼前的无耻之避,以当下的热忱同时赢得这两者;既不要向拉刻代蒙人派遣使者求和,也不要让他们看出你们正为当下的痛苦而忧心忡忡。 因为那些在面对不幸时,内心最不感到痛苦,而在行动上最能坚持抵抗的人,无论对于城邦还是对于个人,都是最强大的。
’
”