§2.15.1ξυνεβεβήκει δὲ ἀπὸ τοῦ πάνυ ἀρχαίου ἑτέρων μᾶλλον Ἀθηναίοις τοῦτο. ἐπὶ γὰρ Κέκροπος καὶ τῶν πρώτων βασιλέων ἡ Ἀττικὴ ἐς Θησέα αἰεὶ κατὰ πόλεις ᾠκεῖτο πρυτανεῖά τε ἐχούσας καὶ ἄρχοντας, καὶ ὁπότε μή τι δείσειαν, οὐ ξυνῇσαν βουλευσόμενοι ὡς τὸν βασιλέα, ἀλλ᾽ αὐτοὶ ἕκαστοι ἐπολίτευον καὶ ἐβουλεύοντο· καί τινες καὶ ἐπολέμησάν ποτε αὐτῶν, ὥσπερ καὶ Ἐλευσίνιοι μετ’ Εὐμόλπου πρὸς Ἐρεχθέα. §2.15.2ἐπειδὴ δὲ Θησεὺς ἐβασίλευσε, γενόμενος μετὰ τοῦ ξυνετοῦ καὶ δυνατὸς τά τε ἄλλα διεκόσμησε τὴν χώραν καὶ καταλύσας τῶν ἄλλων πόλεων τά τε βουλευτήρια καὶ τὰς ἀρχὰς ἐς τὴν νῦν πόλιν οὖσαν, ἓν βουλευτήριον ἀποδείξας καὶ πρυτανεῖον, ξυνῴκισε πάντας, καὶ νεμομένους τὰ αὑτῶν ἑκάστους ἅπερ καὶ πρὸ τοῦ ἠνάγκασε μιᾷ πόλει ταύτῃ χρῆσθαι, ἣ ἁπάντων ἤδη ξυντελούντων ἐς αὐτὴν μεγάλη γενομένη παρεδόθη ὑπὸ Θησέως τοῖς ἔπειτα· καὶ ξυνοίκια ἐξ ἐκείνου Ἀθηναῖοι ἔτι καὶ νῦν τῇ θεῷ ἑορτὴν δημοτελῆ ποιοῦσιν. §2.15.3τὸ δὲ πρὸ τοῦ ἡ ἀκρόπολις ἡ νῦν οὖσα πόλις ἦν, καὶ τὸ ὑπ’ αὐτὴν πρὸς νότον μάλιστα τετραμμένον. §2.15.4τεκμήριον δέ· τὰ γὰρ ἱερὰ ἐν αὐτῇ τῇ ἀκροπόλει † καὶ ἄλλων θεῶν ἐστὶ καὶ τὰ ἔξω πρὸς τοῦτο τὸ μέρος τῆς πόλεως μᾶλλον ἵδρυται, τό τε τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ τὸ Πύθιον καὶ τὸ τῆς Γῆς καὶ τὸ 〈τοῦ〉 ἐν Λίμναις Διονύσου, ᾧ τὰ ἀρχαιότερα Διονύσια [τῇ δωδεκάτῃ] ποιεῖται ἐν μηνὶ Ἀνθεστηριῶνι, ὥσπερ καὶ οἱ ἀπ’ Ἀθηναίων Ἴωνες ἔτι καὶ νῦν νομίζουσιν. ἵδρυται δὲ καὶ ἄλλα ἱερὰ ταύτῃ ἀρχαῖα. §2.15.5καὶ τῇ κρήνῃ τῇ νῦν μὲν τῶν τυράννων οὕτω σκευασάντων Ἐννεακρούνῳ καλουμένῃ, τὸ δὲ πάλαι φανερῶν τῶν πηγῶν οὐσῶν Καλλιρρόῃ ὠνομασμένῃ, ἐκεῖνοί τε ἐγγὺς οὔσῃ τὰ πλείστου ἄξια ἐχρῶντο, καὶ νῦν ἔτι ἀπὸ τοῦ ἀρχαίου πρό τε γαμικῶν καὶ ἐς ἄλλα τῶν ἱερῶν νομίζεται τῷ ὕδατι χρῆσθαι· §2.15.6καλεῖται δὲ διὰ τὴν παλαιὰν ταύτῃ κατοίκησιν καὶ ἡ ἀκρόπολις μέχρι τοῦδε ἔτι ὑπ᾽ Ἀθηναίων πόλις.
アテナイ人にとっては、極めて古い時代から、他の人々よりもこのことがより顕著であった。というのも、ケクロプスや最初の王たちの時代からテーセウスに至るまで、アッティカは常に、それぞれ独自の公会堂と支配者を持つ諸都市に分かれて居住されていたからである。そして、何か恐れるようなことがない限り、彼らは王のもとに集まって協議しようとはせず、それぞれが個別に国政を執り行い、協議していた。彼らのうちのある者たちは、かつて互いに戦争を交えることさえあった。例えば、エウモルポス率いるエレウシス人がエレクテウスに対して戦ったように。しかし、テーセウスが王位に就くと、彼は聡明であると同時に強力な人物であったため、この地方を様々な面で整理統合し、他の諸都市の評議会や官職を廃止して、現在の都市であるこの場所に、単一の評議会と公会堂を定め、すべての人々を共同居住させた。そして、各人が以前と同様に自分の財産を管理しながらも、この一つの都市だけを共同で使用することを強制した。この都市は、今や全員がこれに納税するようになったことで巨大化し、テーセウスによって後世へと受け継がれた。その時からアテナイ人は、今日に至るまで、その女神のために「シュノイキア」という公費による祝祭を執り行っている。それ以前には、現在の主城(アクロポリス)が当時の都市であり、またその下方の、主に南を向いた部分が都市であった。その証拠は次の通りである。すなわち、他の神々の神殿もアクロポリス自体の中にあり、外部にある神殿も主に都市のこの区域に建てられているからである。すなわち、オリンピアのゼウス神殿、ピュティオン、大地の神殿、そして湿地のディオニュソス神殿がそれであり、この場所でアンテステリオン月の第十二日に、より古いディオニュソス祭が執り行われる。これはアテナイから分かれたイオニア人たちが今日でもなお守っている習慣である。また、この区域には他の古い神殿も建てられている。また、今日では僭主たちが整備したことで「エンネアクロウノス」と呼ばれているが、古く泉が露出していた頃には「カッリロエ」と名付けられていたその泉が、近くにあったため、昔の人々は最も重要な目的のためにそれを使用していた。そして今日でもなお、古い慣習に従って、婚礼の前や他の神聖な儀式にその水を使用することが習わしとなっている。そして、この場所に古くから居住していた歴史のために、今日に至るまでアクロポリスはアテナイ人によって「ポリス」と呼ばれている。