Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §2.15.1-2.15.6

忒修斯统一阿提卡与雅典古城考

第 161 段,共 917 段 · 希腊语

内容简介

叙述了忒修斯如何统一阿提卡的各个城市,使雅典成为唯一的政治中心(同居),并提供了卫城及其南面区域原本就是“城市”的证据。

§2.15.1ξυνεβεβήκει δὲ ἀπὸ τοῦ πάνυ ἀρχαίου ἑτέρων μᾶλλον Ἀθηναίοις τοῦτο.
对雅典人来说,自极古时代起,这种情况就比其他人更为显著。
ἐπὶ γὰρ Κέκροπος καὶ τῶν πρώτων βασιλέων ἡ Ἀττικὴ ἐς Θησέα αἰεὶ κατὰ πόλεις ᾠκεῖτο πρυτανεῖά τε ἐχούσας καὶ ἄρχοντας, καὶ ὁπότε μή τι δείσειαν, οὐ ξυνῇσαν βουλευσόμενοι ὡς τὸν βασιλέα, ἀλλ᾽ αὐτοὶ ἕκαστοι ἐπολίτευον καὶ ἐβουλεύοντο·
因为在凯克洛普斯和最早的国王们统治时期,阿提卡一直分布在各个城市中,各自拥有市政厅和官吏。 除非有什么令人恐惧的事,否则他们不会聚集到国王那里商议,而是各自管理自己的市政并进行决策。
καί τινες καὶ ἐπολέμησάν ποτε αὐτῶν, ὥσπερ καὶ Ἐλευσίνιοι μετ’ Εὐμόλπου πρὸς Ἐρεχθέα.
他们中的一些人甚至有时还互相开战,就像厄琉息斯人在欧摩尔波斯的率领下与埃里克修斯交战那样。
§2.15.2ἐπειδὴ δὲ Θησεὺς ἐβασίλευσε, γενόμενος μετὰ τοῦ ξυνετοῦ καὶ δυνατὸς τά τε ἄλλα διεκόσμησε τὴν χώραν καὶ καταλύσας τῶν ἄλλων πόλεων τά τε βουλευτήρια καὶ τὰς ἀρχὰς ἐς τὴν νῦν πόλιν οὖσαν, ἓν βουλευτήριον ἀποδείξας καὶ πρυτανεῖον, ξυνῴκισε πάντας, καὶ νεμομένους τὰ αὑτῶν ἑκάστους ἅπερ καὶ πρὸ τοῦ ἠνάγκασε μιᾷ πόλει ταύτῃ χρῆσθαι, ἣ ἁπάντων ἤδη ξυντελούντων ἐς αὐτὴν μεγάλη γενομένη παρεδόθη ὑπὸ Θησέως τοῖς ἔπειτα·
但当忒修斯即位后,他不仅聪明睿智而且实力强大,除了在各方面整顿这个国家外,还废除了其他城市的议事会和官职,将大家统一在如今已经成为城市的这块地方,确立了唯一的议事会和市政厅,使全体共同居住。 虽然每个人仍像以前一样各自经营自己的产业,但他强迫他们共同使用这一个城市。 由于如今大家都向该城纳税,该城变得庞大,并由忒修斯传给了后世。
καὶ ξυνοίκια ἐξ ἐκείνου Ἀθηναῖοι ἔτι καὶ νῦν τῇ θεῷ ἑορτὴν δημοτελῆ ποιοῦσιν.
自那时起直到今天,雅典人仍为女神举行名为“同居祭”的国费节日。
§2.15.3τὸ δὲ πρὸ τοῦ ἡ ἀκρόπολις ἡ νῦν οὖσα πόλις ἦν, καὶ τὸ ὑπ’ αὐτὴν πρὸς νότον μάλιστα τετραμμένον.
在那之前,现在的卫城就是当年的城市,以及卫城下面主要朝南的部分。
§2.15.4τεκμήριον δέ· τὰ γὰρ ἱερὰ ἐν αὐτῇ τῇ ἀκροπόλει † καὶ ἄλλων θεῶν ἐστὶ καὶ τὰ ἔξω πρὸς τοῦτο τὸ μέρος τῆς πόλεως μᾶλλον ἵδρυται, τό τε τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ τὸ Πύθιον καὶ τὸ τῆς Γῆς καὶ τὸ 〈τοῦ〉 ἐν Λίμναις Διονύσου, ᾧ τὰ ἀρχαιότερα Διονύσια [τῇ δωδεκάτῃ] ποιεῖται ἐν μηνὶ Ἀνθεστηριῶνι, ὥσπερ καὶ οἱ ἀπ’ Ἀθηναίων Ἴωνες ἔτι καὶ νῦν νομίζουσιν.
其证据在于:其他神明的主要神殿也在卫城内部,而卫城之外的神殿也多建在城市的这个区域,如奥林匹亚宙斯神殿、阿波罗神殿、大地女神殿以及沼泽地迪奥尼索斯神殿——人们在安塞斯特里翁月的第十二天在那里举行更古老的迪奥尼索斯祭,源自雅典的爱奥尼亚人至今仍保持这一传统。
ἵδρυται δὲ καὶ ἄλλα ἱερὰ ταύτῃ ἀρχαῖα.
此外,这一带还建有其他古老的神殿。
§2.15.5καὶ τῇ κρήνῃ τῇ νῦν μὲν τῶν τυράννων οὕτω σκευασάντων Ἐννεακρούνῳ καλουμένῃ, τὸ δὲ πάλαι φανερῶν τῶν πηγῶν οὐσῶν Καλλιρρόῃ ὠνομασμένῃ, ἐκεῖνοί τε ἐγγὺς οὔσῃ τὰ πλείστου ἄξια ἐχρῶντο, καὶ νῦν ἔτι ἀπὸ τοῦ ἀρχαίου πρό τε γαμικῶν καὶ ἐς ἄλλα τῶν ἱερῶν νομίζεται τῷ ὕδατι χρῆσθαι·
还有那个泉水,如今因僭主们整修而被称为“九泉”,但古时候泉眼显露时被称为“卡利罗埃”,因为距离很近,古人们常在最隆重的场合使用它,甚至直到今天,根据古老习俗,在婚礼前或其他神圣仪式中仍习惯使用该泉的水。
§2.15.6καλεῖται δὲ διὰ τὴν παλαιὰν ταύτῃ κατοίκησιν καὶ ἡ ἀκρόπολις μέχρι τοῦδε ἔτι ὑπ᾽ Ἀθηναίων πόλις.
由于这一带的古老居住历史,直到今天,雅典人仍将卫城称为“城市”。

词汇与语法注释

  1. 2.15.1ἐς Θησέα — 前置词 `ἐς`(= `εἰς`)在此作时间用法,意为“直到忒修斯时代”。
  2. 2.15.1ὁπότε μή τι δείσειαν — 由 `ὁπότε` 引导的表示过去反复发生的条件的希求法(optative),意为“每当他们不害怕什么的时候”。
  3. 2.15.2γενόμενος μετὰ τοῦ ξυνετοῦ καὶ δυνατὸς — 介词短语 `μετὰ τοῦ ξυνετοῦ`(兼具聪明智慧)与形容词 `δυνατός`(有力量的)并列,用以描述忒修斯的特质。
  4. 2.15.2ἣ ἁπάντων ἤδη ξυντελούντων ἐς αὐτὴν μεγάλη γενομένη παρεδόθη — `ἁπάντων ... ξυντελούντων` 是属格绝对结构。`ξυντελούντων ἐς αὐτήν` 意为“共同向该城纳税(或归属于同一个政治实体)”。
  5. 2.15.5καὶ τῇ κρήνῃ... ἐκεῖνοί τε... ἐχρῶντο — 倒装/离隔结构(hyperbaton)。句首的与格 `τῇ κρήνῃ`(泉)越过长句插入成分(`τῇ νῦν μὲν ... ὠνομασμένῃ`),与后文的动词 `ἐχρῶντο`(使用)相呼应。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §2.15.1-2.15.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.15.1-2.15.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。