§1.26.1πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφελίαν, οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων καὶ ἑαυτῶν φρουρούς.
こうして、コリントス人はこれらすべての不満の種を抱いていたので、喜んでエピダムノスへの援助を送り、行くことを希望する者は誰でも入植者として行くよう促し、またアムプラキア人、レウカス人、および自分たちの守備兵を派遣した。
§1.26.2ἐπορεύθησαν δὲ πεζῇ ἐς Ἀπολλωνίαν, Κορινθίων οὖσαν ἀποικίαν, δέει τῶν Κερκυραίων μὴ κωλύωνται ὑπ’ αὐτῶν κατὰ θάλασσαν περαιούμενοι.
彼らは、ケルキュラ人が海を渡る自分たちを妨害することを恐れて、陸路でコリントスの植民都市であるアポロニアへと進んだ。
§1.26.3Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρουροὺς ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις δεδομένην, ἐχαλέπαινον·
しかしケルキュラ人は、入植者たちと守備兵たちがエピダムノスに到着したこと、およびその植民地がコリントス人に引き渡されたことを知ると激怒した。
καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ καὶ ὕστερον ἑτέρῳ στόλῳ τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς (ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες, τάφους τε ἀποδεικνύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς κατάγειν) τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς οἰκήτορας ἀποπέμπειν.
そして、直ちに25隻の船で、のちには別の艦隊で船出し、嫌がらせとして、亡命者たちを受け入れるよう彼らに命じた(というのも、エピダムノスの亡命者たちがケルキュラにやって来て、墓や血縁関係を提示し、これらを口実にして自分たちを帰国させてくれるよう懇願していたからである)。 また、コリントス人が送った守備兵たちと入植者たちを退去させるようにも命じた。
§1.26.4οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπ’ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες.
しかしエピダムノス人は彼らの言うことを何一つ聞き入れなかった。 そこでケルキュラ人は、亡命者たちを帰国させるために、彼らに対して40隻の船で遠征し、イリュリア人をも味方に引き入れた。
§1.26.5προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι· εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι.
彼らは市を包囲すると、エピダムノス人のうち望む者と、外国人は無傷で立ち去ってよい、さもなければ敵として扱うと布告した。
ὡς δ’ οὐκ ἐπείθοντο, οἱ μὲν Κερκυραῖοι (ἔστι δ’ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν,
しかし彼らが従わなかったので、ケルキュラ人は(その場所は地峡であったが)市を本格的に包囲した。