§1.25.1γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρόν, καὶ πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ τιμωρίαν τινὰ πειρῷντ’ ἀπ᾽ αὐτῶν ποιεῖσθαι.
エピダムノス人は、ケルキュラからは自分たちにいかなる援助も得られないと知ると、現在の事態をいかに収拾すべきか途方に暮れ、デルポイに使者を送って神に尋ねた。 すなわち、コリントス人に母都市の創設者として市を引き渡すべきか、また彼らから何らかの援助を得るよう努めるべきか。
ὁ δ’ αὐτοῖς ἀνεῖλε παραδοῦναι καὶ ἡγεμόνας ποιεῖσθαι.
すると神は彼らに、引き渡して彼らを指導者とするよう神託を下した。
§1.25.2ἐλθόντες δὲ οἱ Ἐπιδάμνιοι ἐς τὴν Κόρινθον κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε οἰκιστὴν ἀποδεικνύντες σφῶν ἐκ Κορίνθου ὄντα καὶ τὸ χρηστήριον δηλοῦντες, ἐδέοντό τε μὴ σφᾶς περιορᾶν φθειρομένους, ἀλλ’ ἐπαμῦναι.
そこでエピダムノス人はコリントスへと赴き、神託に従って植民市を引き渡した。 彼らは自分たちの植民指導者がコリントス出身であることを示し、また神託の内容を明らかにして、自分たちが滅びゆくのを黙って見過ごさず、救援してくれるよう懇願した。
§1.25.3Κορίνθιοι δὲ κατά τε τὸ δίκαιον ὑπεδέξαντο τὴν τιμωρίαν, νομίζοντες οὐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποικίαν ἢ Κερκυραίων, ἅμα δὲ καὶ μίσει τῶν Κερκυραίων, ὅτι αὐτῶν παρημέλουν ὄντες ἄποικοι·
コリントス人は、正義の観点からもこの援助を引き受けた。 彼らはその植民市がケルキュラ人のものであるのと同様に自分たちの性格も持つと考えていたからであり、同時に、ケルキュラ人が彼らの入植者でありながらコリントスを軽視していたことへの憎しみもあったからである。
§1.25.4οὔτε γὰρ ἐν πανηγύρεσι ταῖς κοιναῖς διδόντες γέρα τὰ νομιζόμενα οὔτε Κορινθίῳ ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν ὥσπερ αἱ ἄλλαι ἀποικίαι, περιφρονοῦντες δὲ αὐτοὺς καὶ χρημάτων δυνάμει ὄντες κατ’ ἐκεῖνον τὸν χρόνον ὁμοῖα τοῖς Ἑλλήνων πλουσιωτάτοις καὶ τῇ ἐς πόλεμον παρασκευῇ δυνατώτεροι, ναυτικῷ δὲ καὶ πολὺ προύχειν ἔστιν ὅτε ἐπαιρόμενοι καὶ κατὰ τὴν Φαιάκων προενοίκησιν τῆς Κερκύρας κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς (ᾗ καὶ μᾶλλον ἐξηρτύοντο τὸ ναυτικὸν καὶ ἦσαν οὐκ ἀδύνατοι·
実際、ケルキュラ人は共同の祭典において慣例の特権を認めず、また犠牲式の際にコリントスの人に最初の儀礼を譲ることもしなかった。 これは他の植民都市がしていることである。 彼らはコリントス人を蔑んでおり、当時は富の力においてもギリシアの最も富裕な者たちに匹敵し、軍備の面でもより強力であり、さらに海軍力においてはかつて海軍のことで多大な名声を得ていたファイアケス人がケルキュラに先住していたという事実によって、時に著しく誇ることもあった。 (彼らが海軍の増強に努め、少なからぬ力を持っていたのもこのためである。
τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς ὅτε ἤρχοντο πολεμεῖν),
彼らが戦争を始めたとき、その三段櫂船は百二十隻に達していた。 )