Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.26.1-1.26.5

科林斯支援与科尔库拉围攻埃皮达努斯

第 26 段,共 917 段 · 希腊语

内容简介

科林斯乐意向埃皮达努斯派遣援助和守备队,得知此事的科尔库拉大为愤怒,进而联合流亡者及伊里利亚人对埃皮达努斯展开围攻。

§1.26.1πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφελίαν, οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων καὶ ἑαυτῶν φρουρούς.
因此,科林斯人怀有所有这些不满,便乐意向埃皮达努斯派出援助,号召任何愿意去的人作为定居者前往,并派遣了来自阿姆普拉基亚人、莱乌卡斯人和他们自己的守备队。
§1.26.2ἐπορεύθησαν δὲ πεζῇ ἐς Ἀπολλωνίαν, Κορινθίων οὖσαν ἀποικίαν, δέει τῶν Κερκυραίων μὴ κωλύωνται ὑπ’ αὐτῶν κατὰ θάλασσαν περαιούμενοι.
他们走陆路前往阿波罗尼亚(科林斯的殖民地),因为担心如果在海上渡过会受到科尔库拉人的阻碍。
§1.26.3Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρουροὺς ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις δεδομένην, ἐχαλέπαινον·
科尔库拉人得知定居者和守备队已经到达埃皮达努斯,且该殖民地已交给了科林斯人,便十分愤怒。
καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ καὶ ὕστερον ἑτέρῳ στόλῳ τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς (ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες, τάφους τε ἀποδεικνύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς κατάγειν) τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς οἰκήτορας ἀποπέμπειν.
他们立即率领二十五艘船只,随后又率领另一支舰队出发,挑衅地命令他们接纳那些流亡者(因为埃皮达努斯的流亡者已经来到科尔库拉,指明祖坟和血缘关系,以此为由恳求他们让他们复国),并遣送走科林斯人所派出的守备队和定居者。
§1.26.4οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπ’ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες.
但埃皮达努斯人毫不听从他们。 于是科尔库拉人率领四十艘船只,与流亡者一起向他们进军,企图复位他们,并拉拢了伊里利亚人。
§1.26.5προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι· εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι.
他们包围了城市,宣布埃皮达努斯人中任何愿意的人以及外邦人都可以安全离去;否则将以敌人对待。
ὡς δ’ οὐκ ἐπείθοντο, οἱ μὲν Κερκυραῖοι (ἔστι δ’ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν,
当他们不服从时,科尔库拉人(该地是一处地峡)便围攻这座城市。

词汇与语法注释

  1. 1.26.1πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες — τούτων 是修饰名词 ἐγκλήματα(怨言、不满)的宾格性属格(“对所有这些事情的不满”)。ἔχοντες 是表示原因的分词,意为“因为怀有所有这些不满”。
  2. 1.26.1οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες — οἰκήτορα 是不定式 ἰέναι 的主格(宾格形式),同时也是分词 κελεύοντες 的宾语。tὸν βουλόμενον 是名词化分词,修饰 οἰκήτορα,意为“号召任何愿意去的人(作为定居者)前往”。
  3. 1.26.2δέει τῶν Κερκυραίων μὴ κωλύωνται — δέει 是原因与格(“因为恐惧”)。其后的 μὴ κωλύωνται 是由表示恐惧的名词 δέει 所引导的从句(“担心受到阻碍”)。虽然主句是历史过去时(ἐπορεύθησαν),但连接法现在时 κωλύωνται 仍被保留以增强生动性。
  4. 1.26.3κατ’ ἐπήρειαν — 介词 κατὰ 加上宾格 ἐπήρειαν(挑衅、恶意侮辱)构成副词性短语,意为“作为挑衅”或“出于恶意”。
  5. 1.26.5εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι — 在 εἰ δὲ μή(否则)之后,使用了将来时不定式 χρήσεσθαι,这是由主动词 προεῖπον(宣布)所引导的间接引语。该不定式的逻辑主语(科尔库拉人)被省略。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.26.1-1.26.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.26.1-1.26.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。