§1.27.1Κορίνθιοι δ᾽, ὡς αὐτοῖς ἐκ τῆς Ἐπιδάμνου ἦλθον ἄγγελοι ὅτι πολιορκοῦνται, παρεσκευάζοντο στρατείαν, καὶ ἅμα ἀποικίαν ἐς τὴν Ἐπίδαμνον ἐκήρυσσον ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τὸν βουλόμενον ἰέναι·
しかしコリントス人は、エピダムノスから自分たちのところに、包囲されているという使者が到着すると、遠征の準備を始め、同時に、行くことを希望する者には誰でも平等かつ対等な権利を与えるという条件で、エピダムノスへの入植者を公募した。
εἰ δέ τις τὸ παραυτίκα μὲν μὴ ἐθέλει ξυμπλεῖν, μετέχειν δὲ βούλεται τῆς ἀποικίας, πεντήκοντα δραχμὰς καταθέντα Κορινθίας μένειν.
もし直ちに船出することを望まないが、入植に参加することを希望する者がいれば、コリントスの五十ドラクマを支払って留まることができると告げた。
ἦσαν δὲ καὶ οἱ πλέοντες πολλοὶ καὶ οἱ τἀργύριον καταβάλλοντες.
そして、船出する者も、その金を支払う者も共に多かった。
§1.27.2ἐδεήθησαν δὲ καὶ τῶν Μεγαρέων ναυσὶ σφᾶς ξυμπροπέμψαι, εἰ ἄρα κωλύοιντο ὑπὸ Κερκυραίων πλεῖν·
また彼らはメガラ人にも、万一ケルキュラ人によって航行を妨げられた場合に備えて、船で護送してくれるよう懇願した。
οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτὼ ναυσὶ ξυμπλεῖν, καὶ Παλῆς Κεφαλλήνων τέσσαρσιν.
そこでメガラ人は八隻の船で同行する準備をし、ケパレニアのパレ人は四隻でこれに加わる準備をした。
καὶ Ἐπιδαυρίων ἐδεήθησαν, οἳ παρέσχον πέντε, Ἑρμιονῆς δὲ μίαν καὶ Τροιζήνιοι δύο, Λευκάδιοι δὲ δέκα καὶ Ἀμπρακιῶται ὀκτώ.
さらにエピダウロス人にも要請して五隻を提供させ、エルミオネ人は一隻、トロイゼン人は二隻、レウカス人は十隻、アムプラキア人は八隻を提供した。
Θηβαίους δὲ χρήματα ᾔτησαν καὶ Φλειασίους, Ἠλείους δὲ ναῦς τε κενὰς καὶ χρήματα.
またテーバイ人とプリアシオス人には資金を求め、エリス人には無人の船と資金を求めた。
αὐτῶν δὲ Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται.
そしてコリントス人自身からは、三十隻の船と三千人の重装歩兵が準備された。