§1.26.1πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφελίαν, οἰκήτορά τε τὸν βουλόμενον ἰέναι κελεύοντες καὶ Ἀμπρακιωτῶν καὶ Λευκαδίων καὶ ἑαυτῶν φρουρούς.
The Corinthians, having all these grounds of complaint, gladly sent aid to Epidamnus, directing anyone who wished to go as a colonist, and sending guards from the Ambraciots, the Leucadians, and themselves.
§1.26.2ἐπορεύθησαν δὲ πεζῇ ἐς Ἀπολλωνίαν, Κορινθίων οὖσαν ἀποικίαν, δέει τῶν Κερκυραίων μὴ κωλύωνται ὑπ’ αὐτῶν κατὰ θάλασσαν περαιούμενοι.
They went by land to Apollonia, a colony of the Corinthians, for fear that they might be prevented by the Corcyraeans if they crossed by sea.
§1.26.3Κερκυραῖοι δὲ ἐπειδὴ ᾔσθοντο τούς τε οἰκήτορας καὶ φρουροὺς ἥκοντας ἐς τὴν Ἐπίδαμνον τήν τε ἀποικίαν Κορινθίοις δεδομένην, ἐχαλέπαινον· καὶ πλεύσαντες εὐθὺς πέντε καὶ εἴκοσι ναυσὶ καὶ ὕστερον ἑτέρῳ στόλῳ τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς (ἦλθον γὰρ ἐς τὴν Κέρκυραν οἱ τῶν Ἐπιδαμνίων φυγάδες, τάφους τε ἀποδεικνύντες καὶ ξυγγένειαν, ἣν προϊσχόμενοι ἐδέοντο σφᾶς κατάγειν) τούς τε φρουροὺς οὓς Κορίνθιοι ἔπεμψαν καὶ τοὺς οἰκήτορας ἀποπέμπειν.
But when the Corcyraeans heard that the colonists and the guards had arrived at Epidamnus, and that the colony had been given to the Corinthians, they were angry; and sailing immediately with twenty-five ships, and afterwards with another fleet, they insultingly ordered them to receive their exiles (for the exiles of the Epidamnians had come to Corcyra, pointing out graves and their kinship, which they pleaded in begging them to restore them) and to send away the guards whom the Corinthians had sent and the colonists.
§1.26.4οἱ δὲ Ἐπιδάμνιοι οὐδὲν αὐτῶν ὑπήκουσαν, ἀλλὰ στρατεύουσιν ἐπ’ αὐτοὺς οἱ Κερκυραῖοι τεσσαράκοντα ναυσὶ μετὰ τῶν φυγάδων ὡς κατάξοντες, καὶ τοὺς Ἰλλυριοὺς προσλαβόντες.
But the Epidamnians did not listen to them at all; whereupon the Corcyraeans marched against them with forty ships, taking the exiles with them to restore them, and having also secured the alliance of the Illyrians.
§1.26.5προσκαθεζόμενοι δὲ τὴν πόλιν προεῖπον Ἐπιδαμνίων τε τὸν βουλόμενον καὶ τοὺς ξένους ἀπαθεῖς ἀπιέναι· εἰ δὲ μή, ὡς πολεμίοις χρήσεσθαι.
And sitting down before the city, they proclaimed that any of the Epidamnians who wished, and the foreigners, might depart unharmed; otherwise they would treat them as enemies.
ὡς δ’ οὐκ ἐπείθοντο, οἱ μὲν Κερκυραῖοι (ἔστι δ’ ἰσθμὸς τὸ χωρίον) ἐπολιόρκουν τὴν πόλιν,
But when they would not obey, the Corcyraeans (the place being an isthmus) besieged the city.