§1.143.1‘εἴ τε καὶ κινήσαντες τῶν Ὀλυμπίασιν ἢ Δελφοῖς χρημάτων μισθῷ μείζονι πειρῷντο ἡμῶν ὑπολαβεῖν τοὺς ξένους τῶν ναυτῶν, μὴ ὄντων μὲν ἡμῶν ἀντιπάλων ἐσβάντων αὐτῶν τε καὶ τῶν μετοίκων δεινὸν ἂν ἦν·
‘また、たとえ彼らがオリンピアやデルポイの資金を動かし、より高い給与によって私たちの海軍の外国籍の漕ぎ手たちを引き抜こうと試みたとしても、もし私たちがみずから、また在留外人たちと共に船に乗り込んで対抗できる状態でなかったならば、それは確かに恐るべきことであっただろう。
νῦν δὲ τόδε τε ὑπάρχει, καί, ὅπερ κράτιστον, κυβερνήτας ἔχομεν πολίτας καὶ τὴν ἄλλην ὑπηρεσίαν πλείους καὶ ἀμείνους ἢ ἅπασα ἡ ἄλλη Ἑλλάς.
しかし現実には、私たちにはこの備えがあり、さらに、最も重要なことには、私たちは市民である操舵手を擁しており、その他の乗組員についても、全ギリシアの他のどの国よりも多く、かつ優秀な者を擁しているのである。
§1.143.2καὶ ἐπὶ τῷ κινδύνῳ οὐδεὶς ἂν δέξαιτο τῶν ξένων τήν τε αὑτοῦ φεύγειν καὶ μετὰ τῆς ἥσσονος ἅμα ἐλπίδος ὀλίγων ἡμερῶν ἕνεκα μεγάλου μισθοῦ δόσεως ἐκείνοις ξυναγωνίζεσθαι.
しかも、この危険に直面して、外国籍の乗組員の誰一人として、自らの国を失うことになり、かつ勝算のより薄い側とともに、わずか数日間の高い給料の支払いのために彼らと共闘することを選びはしないだろう。
§1.143.3‘καὶ τὰ μὲν Πελοποννησίων ἔμοιγε τοιαῦτα καὶ παραπλήσια δοκεῖ εἶναι, τὰ δὲ ἡμέτερα τούτων τε ὧνπερ ἐκείνοις ἐμεμψάμην ἀπηλλάχθαι καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου μεγάλα ἔχειν.
‘ペロポネソス人側の状況は、私にはこのようなもの、あるいはこれに類するものと思われる。 他方、私たちの状況は、彼らについて私が非難したこれらの欠点から免れており、さらに、彼らとは比較にならないほどの大きな利点を持っている。
§1.143.4ἤν τε ἐπὶ τὴν χώραν ἡμῶν πεζῇ ἴωσιν, ἡμεῖς ἐπὶ τὴν ἐκείνων πλευσούμεθα, καὶ οὐκέτι ἐκ τοῦ ὁμοίου ἔσται Πελοποννήσου τε μέρος τι τμηθῆναι καὶ τὴν Ἀττικὴν ἅπασαν·
もし彼らが陸路で私たちの領土に侵入してくるなら、私たちは船で彼らの領土へと赴くであろう。 そして、ペロポネソスの一部が荒廃させられることと、アッティカ全土が荒廃させられることとは、もはや対等なことではない。
οἱ μὲν γὰρ οὐχ ἕξουσιν ἄλλην ἀντιλαβεῖν ἀμαχεί,ἡμῖν δ’ ἐστὶ γῆ πολλὴ καὶ ἐν νήσοις καὶ κατ᾽ ἤπειρον·
なぜなら、彼らは戦わずして他の土地を手に入れることはできないが、私たちには島々にも大陸にも多くの土地があるからである。
§1.143.5μέγα γὰρ τὸ τῆς θαλάσσης κράτος.
海を支配する力は実にも強大だからである。
σκέψασθε δέ·
考えてみよ。
εἰ γὰρ ἦμεν νησιῶται, τίνες ἂν ἀληπτότεροι ἦσαν;
もし私たちが島民であったなら、誰がより攻略困難であっただろうか。
καὶ νῦν χρὴ ὅτι ἐγγύτατα τούτου διανοηθέντας τὴν μὲν γῆν καὶ οἰκίας ἀφεῖναι, τῆς δὲ θαλάσσης καὶ πόλεως φυλακὴν ἔχειν, καὶ Πελοποννησίοις ὑπὲρ αὐτῶν ὀργισθέντας πολλῷ πλέοσι μὴ διαμάχεσθαι (κρατήσαντές τε γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα καὶ ἢν σφαλῶμεν, τὰ τῶν ξυμμάχων, ὅθεν ἰσχύομεν, προσαπόλλυται·
そうであるなら今や、私たちはこれにできる限り近い考えを持ち、土地や家屋を諦め、海と都市の防衛に専念すべきであり、それらのためにペロポネソス人に怒り狂って、はるかに多数の敵と決戦に及んではならない(なぜなら、もし勝利したとしても、私たちは再び劣らず多数の敵と戦わねばならず、もし敗北するなら、私たちの力の源泉である同盟国をも失うことになるからである。
οὐ γὰρ ἡσυχάσουσι μὴ ἱκανῶν ἡμῶν ὄντων ἐπ’ αὐτοὺς στρατεύειν), τήν τε ὀλόφυρσιν μὴ οἰκιῶν καὶ γῆς ποιεῖσθαι, ἀλλὰ τῶν σωμάτων·
私たちが彼らに対して遠征を行う十分な力を持たなくなれば、同盟国は静穏を保たないだろうから)。 また、家屋や土地を嘆くのではなく、人命を嘆くべきである。
οὐ γὰρ τάδε τοὺς ἄνδρας, ἀλλ’ οἱ ἄνδρες ταῦτα κτῶνται.
なぜなら、これら(資産)が人間を獲得するのではなく、人間がこれらを獲得するからである。
καὶ εἰ ᾤμην πείσειν ὑμᾶς, αὐτοὺς ἂν ἐξελθόντας ἐκέλευον αὐτὰ δῃῶσαι καὶ δεῖξαι Πελοποννησίοις ὅτι τούτων γε ἕνεκα οὐχ ὑπακούσεσθε.
もし私があなたがたを説得できると思うなら、あなたがた自身が出て行ってそれらを破壊し、ペロポネソス人に対して、少なくともこれらのためにあなたがたが屈服することはないのだと示すよう勧めたであろう。 」