§1.143.1‘εἴ τε καὶ κινήσαντες τῶν Ὀλυμπίασιν ἢ Δελφοῖς χρημάτων μισθῷ μείζονι πειρῷντο ἡμῶν ὑπολαβεῖν τοὺς ξένους τῶν ναυτῶν, μὴ ὄντων μὲν ἡμῶν ἀντιπάλων ἐσβάντων αὐτῶν τε καὶ τῶν μετοίκων δεινὸν ἂν ἦν· νῦν δὲ τόδε τε ὑπάρχει, καί, ὅπερ κράτιστον, κυβερνήτας ἔχομεν πολίτας καὶ τὴν ἄλλην ὑπηρεσίαν πλείους καὶ ἀμείνους ἢ ἅπασα ἡ ἄλλη Ἑλλάς.
‘即使他们试图动用从奥林匹亚或德尔斐挪用的资金,以更高的薪水来拉拢我们海军中的外籍水手,如果我们自己和外侨登船后无法与他们抗衡,那确实是可怕的;但如今,我们不仅拥有这项优势,而且最重要的是,我们拥有的公民舵手和其余船员,比全希腊其他所有地方加起来还要多、还要优秀。
§1.143.2καὶ ἐπὶ τῷ κινδύνῳ οὐδεὶς ἂν δέξαιτο τῶν ξένων τήν τε αὑτοῦ φεύγειν καὶ μετὰ τῆς ἥσσονος ἅμα ἐλπίδος ὀλίγων ἡμερῶν ἕνεκα μεγάλου μισθοῦ δόσεως ἐκείνοις ξυναγωνίζεσθαι.
而且在危险面前,没有任何一个外籍水手会愿意背井离乡,同时在胜算更小的情况下,仅为了几天的高薪而与他们并肩作战。
§1.143.3‘καὶ τὰ μὲν Πελοποννησίων ἔμοιγε τοιαῦτα καὶ παραπλήσια δοκεῖ εἶναι, τὰ δὲ ἡμέτερα τούτων τε ὧνπερ ἐκείνοις ἐμεμψάμην ἀπηλλάχθαι καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου μεγάλα ἔχειν.
‘在我看来,伯罗奔尼撒人的情况大概就是这样,而我们的情况则免除了我指责他们的那些缺点,并且还拥有其他非同一般、巨大的优势。
§1.143.4ἤν τε ἐπὶ τὴν χώραν ἡμῶν πεζῇ ἴωσιν, ἡμεῖς ἐπὶ τὴν ἐκείνων πλευσούμεθα, καὶ οὐκέτι ἐκ τοῦ ὁμοίου ἔσται Πελοποννήσου τε μέρος τι τμηθῆναι καὶ τὴν Ἀττικὴν ἅπασαν·
如果他们走陆路侵犯我们的领地,我们将乘船侵袭他们的领地;伯罗奔尼撒的一角被蹂躏与整个阿提卡被洗劫,这两者绝不是对等的事。
οἱ μὲν γὰρ οὐχ ἕξουσιν ἄλλην ἀντιλαβεῖν ἀμαχεί,ἡμῖν δ’ ἐστὶ γῆ πολλὴ καὶ ἐν νήσοις καὶ κατ᾽ ἤπειρον·
因为他们如果不经过战斗就无法获得另一块土地来替代,而我们在岛屿上和大陆上都拥有广阔的土地。
§1.143.5μέγα γὰρ τὸ τῆς θαλάσσης κράτος.
因为制海权是无比巨大的。
σκέψασθε δέ· εἰ γὰρ ἦμεν νησιῶται, τίνες ἂν ἀληπτότεροι ἦσαν;
试想:如果我们是岛民,谁会比我们更难攻破?
καὶ νῦν χρὴ ὅτι ἐγγύτατα τούτου διανοηθέντας τὴν μὲν γῆν καὶ οἰκίας ἀφεῖναι, τῆς δὲ θαλάσσης καὶ πόλεως φυλακὴν ἔχειν, καὶ Πελοποννησίοις ὑπὲρ αὐτῶν ὀργισθέντας πολλῷ πλέοσι μὴ διαμάχεσθαι (κρατήσαντές τε γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα καὶ ἢν σφαλῶμεν, τὰ τῶν ξυμμάχων, ὅθεν ἰσχύομεν, προσαπόλλυται· οὐ γὰρ ἡσυχάσουσι μὴ ἱκανῶν ἡμῶν ὄντων ἐπ’ αὐτοὺς στρατεύειν), τήν τε ὀλόφυρσιν μὴ οἰκιῶν καὶ γῆς ποιεῖσθαι, ἀλλὰ τῶν σωμάτων·
现在,我们必须尽可能以最接近这种思维来思考,放弃我们的土地和房屋,守护海洋和城市,并且不要为了这些财产而对伯罗奔尼撒人动怒、与人数远多于我们的敌人决战(因为即使我们获胜,我们还要再次与同样人数众多的敌人战斗;如果我们失败,作为我们力量源泉的盟友也将一同失去,因为如果我们没有足够的力量去征讨他们,盟友们是不会保持温顺的)。
οὐ γὰρ τάδε τοὺς ἄνδρας, ἀλλ’ οἱ ἄνδρες ταῦτα κτῶνται.
我们不应该为房屋和土地叹息,而应该为人命叹息,因为不是这些东西获得人,而是人获得这些东西。
καὶ εἰ ᾤμην πείσειν ὑμᾶς, αὐτοὺς ἂν ἐξελθόντας ἐκέλευον αὐτὰ δῃῶσαι καὶ δεῖξαι Πελοποννησίοις ὅτι τούτων γε ἕνεκα οὐχ ὑπακούσεσθε.
如果我认为能够说服你们,我会劝你们自己走出去把它们毁掉,向伯罗奔尼撒人证明,你们绝不会因为这些东西而屈服。 ’