[PAULUS libro uicensimo responsorum. ] §49.1.25.prἈυτοκράτωρ Ἀλέξανδρος τῷ κοινῷ τῶν ἐν Βιθυνίᾳ Ἑλλήνων.
[保罗《答辩集》第二十卷] 皇帝亚历山大致比提尼亚的希腊人公会。
Ἐκκαλεῖσθαι μὲν πῶς ἄν τις κωλύοιτο ὑπὸ τῶν δικαζόντων, οὐχ ὁρῶ, ὁπότε ἔξεστιν τὴν ἑτέραν ὁδὸν τρεπόμενον ταὐτὸ ποιεῖν καὶ θᾶττον πρὸς με ἀφικνεῖσθαι.
裁判官们如何能阻挠某人上诉,我实难看出,因为既然可以通过转向另一条道路,做同样的事并更迅速地到达我这里。
ὕβρει δὲ καὶ βίᾳ χρῆσθαι πρὸς τοὺς ἐκκαλουμένους καὶ φρουρὰν στρατιωτικὴν περιιστᾶν καὶ ἁπλῶς εἰπεῖν ἀποφράττειν αὐτοῖς τὴν δεῦρο ἄνοδον ἀπαγορεύομεν τοῖς ἐπιτρόποις καὶ τοῖς ἡγουμένοις τῶν ἐθνῶν.
然而,对上诉者施加侮辱和暴力,派兵士包围他们,简言之,阻断他们来此处的上行之路,我们向代理官和属州总督予以禁止。
καὶ πεισθήσονται ταύτῃ μου τῇ προρρήσει, εἰδότες ὅτι τοσοῦτόν μοι μέλει τῆς τῶν ἀρχομένων ἐλευθερίας, ὅσον καὶ τῆς εὐνοίας αὐτῶν καὶ πειθοῦς.
他们将服从我这一宣告,因为他们深知,我对治下臣民之自由的关切,正如我对他们的善意和顺从的关切一样。