[MODESTINUS libro tertio excusationum. ] §27.1.8.prΟἱ πάλαι στρατιῶται οἱ ἐπιτίμως πληρώσαντες τὸν τῆς στρατείας χρόνον ἄφεσιν ἔχουσιν ἐπιτροπῶν πρὸς πάντας τοὺς ἰδιώτας.
[莫德斯蒂努斯《免除论第三卷》] 荣誉退役并服满军役期限的退役军人,免除对所有一般人的监护。
πρὸς δὲ τοὺς παῖδας τῶν τῆς αὐτῆς τάξεως κεκοινωνηκότων ἢ πάντων πάλαι στρατιωτῶν ἐντὸς μὲν ἐνιαυτοῦ τοῦ ἀποστρατεύσασθαι ἄφεσιν ἔχουσιν, μετὰ δὲ ἐνιαυτὸν οὐκέτι.
但对于曾共同处于同一阶级的同僚或所有退役军人的子女,他们在退役后的一年内享有免除,而一年后则不再享有。
τὸ γὰρ ἰσότιμον τῆς στρατείας ἰσχυρότερον ἐνομίσθη τῆς τῶν πάλαι στρατιωτῶν προνομίας, ἐὰν μὴ ἄρα ἄλλας ἔχωσιν δίκαια πρὸς παραίτησιν ἐπιτροπῆς, οἷον ἀριθμὸν ἐτῶν ἢ τι τοιοῦτο, ὁποῖον καὶ τοῖς ἰδιώταις πρὸς ἅπαντας συναίρεσθαι εἴωθεν.
因为军役的同等地位被认为比退役军人的特权更为强大,除非他们确实拥有其他免除监护的法律依据,例如年龄数或类似情况,这也是一般人通常可以对所有人主张的。
ταῦτα δὲ περὶ υἱῶν, οὐχὶ περὶ ἐκγόνων τῶν πάλαι στρατιωτῶν· οἱ γὰρ ἔκγονοι τῶν πάλαι σρατιωτῶν ἐν τῇ αὐτῇ χώρᾳ τῶν λοιπῶν ἰδιωτῶν εἶναι πιστευθήσονται.
但这些规定适用于(退役军人的)儿子,而不适用于退役军人的孙辈;因为退役军人的孙辈将被认为与其余的一般人处于同等地位。
§27.1.8.1Οἱ μέντοι ἀτίμως ἀποστρατευσάμενοι ὅμοιοι τοῖς μηδὲ στρατευσαμένοις νομίζονται, καὶ διὰ τοῦτο οὔτε αὐτοὶ ἔχουσιν προνομίαν οὔτε τοῖς τούτων παισὶν πάλαι στρατιῶται ἐπίτροποι δοθέντες κατασχεθήσονται.
然而,因不名誉而退役的人,被视为与未曾服役的人同等,因此,他们自己既不享有特权,而被指定为他们子女监护人的退役军人也不会被强制留任。
§27.1.8.2Ἔσθ᾽ ὅτε δὲ οὐ πληροῦσί τινες τὸν τῆς στρατείας χρόνον καὶ ὅμως ἔχουσιν ἄφεσιν ἐπιτροπῶν κατὰ τὰ αὐτὰ τοῖς πληρώσασιν· ὁ γὰρ εἰκοστὸν ἔτος τῆς στρατείας ὑπερβὰς ὅμοιος εἶναι πιστεύεται τῷ πληρώσαντι τὸν τῆς στρατείας χρόνον.
有时,有些人未服满军役期限,但仍与服满者一样享有免除监护的特权;因为服役超过二十年的人,被认为与服满军役期限的人同等。
§27.1.8.3Ὁ δὲ ἐντὸς τούτων τῶν ἐτῶν ἀφεθεὶς οὐκ ἔχει διηνεκῆ τὴν ἐπὶ ταῖς ἐπιτροπαῖς ἀλειτουργησίαν, ἀλλὰ πρὸς χρόνον, ὥσπερ καὶ τῶν λοιπῶν πολιτικῶν λειτουργιῶν ἄφεσιν ἔχει.
但在未满这些年数时即被免职的人,并不享有永久的免除监护义务,而只是在一定期限内享有,就像他也免除其他市政义务一样。
ὁ μὲν γὰρ ἐντὸς πέντε ἐτῶν τῆς στρατείας ἀπολυθεὶς οὐδεμίαν ἑαυτῷ ἐκδικήσει ἀλειτουργησίαν, ὁ δὲ μετὰ πέντε ἑνὸς ἐνιαυτοῦ ἔχει ἀλειτουργησίαν, ὁ δὲ μετὰ ὀκτὼ διετίας, ὁ δὲ μετὰ δώδεκα τριετίας, ὁ δὲ μετὰ δεκαὲξ τετραετείας, ὁ δὲ μετὰ εἴκοσιν, ὡς προείπομεν, διηνεκῶς ἀπολυθήσεται.
因为在服役未满五年时退役的人,不能为自己主张任何免除;但五年后退役的享有了一年的免除;八年后退役的享有两年的免除;十二年后退役的享有三年的免除;十六年后退役的享有四年的免除;二十年后退役的,如前所述,将获得永久免除。
§27.1.8.4Ὁ δὲ ἐν τοῖς νυκτοφύλαξιν τοῖς ἐν Ῥώμῃ στρατευσάμενος ἐνιαυτοῦ μόνου ἔχει ἄφεσιν.
在罗马夜警队中服役的人,仅享有一年的免除。
§27.1.8.5Οὗτοι δὲ δηλαδὴ ἐὰν ἐντίμως ἀπολυθῶσιν, ὥσπερ προείρηται, ἢ διὰ νόσον καλουμένην καυσαρίαν ἄφεσιν λάβωσιν (ἔστιν γὰρ καὶ αὐτὴ ἔντιμος)· ὁ γὰρ ἀτίμου τυχὼν ἀφέσεως οὐκ ἔχει ἀνάπαυσιν.
当然,这些前提是他们如前所述荣誉退役,或者因被称为“因病”的疾病获得免退(因为这本身也是荣誉退役);因为获得不名誉退役的人不享有任何免除。
Συνβετερανὸς §27.1.8.6δὲ εἶναι πιστεύεται οὐ μόνον ὁ λεγεωνάριος, ἀλλὰ καὶ πᾶς παντὸς τοῦ ὁποιοῦν στρατευσάμενου, ἐπιτίμως δὲ καὶ αὐτοῦ ἀπολυθέντος· καὶ γὰρ λεγεωνάριος τοῦ ἐν τοῖς νυκτοφύλαξιν στρατευσαμένου παίδων ἐπίτροπος γίνεται.
被视为同僚退役军人的,不仅是军团兵,还包括在任何部队中服役且自己也是荣誉退役的所有人;因为即使是军团兵,也会成为在夜警队中服役之人的子女的监护人。
§27.1.8.7Ἤδη δὲ καὶ στρατιώτου ἀφήλικος κουράτωρ δοθήσεται ὁ πάλαι στρατιώτης, δηλαδὴ ἐὰν ὁ πατὴρ αὐτοῦ ἀποθάνῃ· ἐὰν δὲ καὶ οὗτοι ἀπὸ χειρὸς ἀπολυθῶσιν, ὁμοίως.
此外,退役军人也将被指定为未成年士兵的保佐人,这当然是在其父亲已经去世的情况下;如果他们也免职,同样适用。
§27.1.8.8Καὶ τούτοις ἅπασιν διατάξεις μαρτυροῦσιν.
对于这一切,敕令均提供了证明。
§27.1.8.9Γράφει δὲ καὶ Οὐλπιανὸς οὕτως· Sed ignominia missi ab urbicis plane tutelis excusabuntur, quia ingredi eis urbem non licet.
乌尔比安也如此写道:“然而,被不名誉退役的人,显然会被免除城市中的监护,因为他们不被允许进入该城市。
plane si quis in cohortibus urbanis permilitauit, licet ante uiginti annos mittitur, tamen perpetuam habet a tutelis excusationem.
显然,如果有人在城市支队中服役,即使他在二十年之前退役,他仍然享有永久免除监护的特权。
§27.1.8.10Ἐζητήθη δὲ πότερον μίαν καὶ ἅπαξ ἐπιτροπὴν ἀναδέχονται οἱ πάλαι στρατιῶται, ἢ ἐνὶ καιρῷ οὐ πλέον τοῦ ἅπαξ, παυομένης δὲ τῆς πρώτης ἐπιτροπῆς πάλιν ἀναλήψονται.
” 有人曾提出疑问:退役军人是终身仅承担一次监护,还是在同一时间内不超过一次,即在第一个监护结束时,他们将再次承担。
ἀλλ' ὥσπερ ἐπὶ τῶν ἰδιωτῶν αἱ παυσάμεναι οὐ βοηθἠσουσιν τοῖς ἐσχηκόσι οὐδὲ εἰς τὰς τρεῖς ψηφίζονται, οὕτως καὶ ἐπὶ τῶν πάλαι στρατιωτῶν οὐκ ὠφελεῖ τὸ γεγενῆσθαι.
但是,正如对于一般人而言,已结束的监护不能帮助那些曾经承担过的人,也不计入三个之中,对于退役军人来说,曾经承担过监护也同样无济于事。
τοῦτο δὲ καὶ ἐπὶ τῶν κουρατοριῶν ἐστὶν νενομοθετημένον, ὡς δηλοῖ θεία διάταξις Σεβήρου καὶ Ἀντωνίνου.
这一点也针对保佐作出了立法规定,如塞维鲁和安东尼努斯的神圣敕令所明示。
§27.1.8.11Καὶ οὐδὲν διαφέρει, πῶς δεήσονται οἱ παῖδες τοῦ συνστρατιώτου ἐπιτρόπου ἢ κουράτορος, πότερον ἀπὸ χειρὸς ἀπολυθέντες ἢ τοῦ πατρὸς ἀποθανόντος.
此外,战友的子女由于何种原因需要监护人或保佐人并无区别,无论是因为(从父权中)获得解放,还是因为父亲去世。
§27.1.8.12Πριμιπιλάριοι ἐκ διατάξεων βασιλικῶν παραίτησιν ἔχουσιν τῶν λοιπῶν ἐπιτροπῶν, πριμιπιλαρίου δὲ υἱῶν ἐπιτροπεύουσιν.
根据皇帝的敕令,前首席百夫长们免除其他监护,但他们须担任前首席百夫长子女的监护。
πριμιπιλάριοι δὲ οὗτοι νομίζονται οἱ διανύσαντες τὸ πριμιπίλον ἐὰν δὲ μὴ διανύσας ἀποθάνῃ, τούτου τῶν παίδων πριμιπιλάριος οὐκ ἐπιτροπεύει.
而此处被视为前首席百夫长的,是那些已经履行完首席百夫长职务的人;但如果有人在未履行完毕的情况下去世,前首席百夫长并不担任其子女的监护。