[MODESTINUS libro secundo excusationum. ] §27.1.6.prἘὰν δύο ἔχοντι ἐπιτροπὰς ἄλλαι δύο ὁμοῦ ἐπαχθῶσιν, ἡ τῇ τάξει τρίτη βοηθήσει αὐτῷ εἰς τὴν ἄφεσιν τῆς τετάρτης, κἂν αὐτοκράτωρ ᾖ ὁ τὴν τετάρτην ἐγχειρίσας, ἢ τὴν τρίτην, πρὶν μέντοι γνῶναι τὰ τοῦ αὐτοκράτορος φθάσῃ προβληθεὶς εἰς ἄλλην.
[莫德斯蒂努斯《免除论》第二册] 如果两个其他的监护同时被强加于一个已经承担两个监护的人,按顺序第三个监护将帮助他免除第四个监护,即使委托第四个或第三个监护的是皇帝,然而,前提是在得知皇帝的决定之前,他已经被任命了另一个监护。
ἐὰν δὲ ἡ τάξις μὴ φαίνηται, ἀλλὰ ἐν μιᾷ ἡμέρᾳ αἱ δύο χειροτονίαι προτεθῶσιν ἐν διαφόροις χάρταις, οὐχ ὁ χειροτονηθείς, ἀλλὰ ὁ χειροτονήσας ἐπιλέξεται, ὁποίαν δεῖ αὐτὸν ὑποδέξασθαι.
但是,如果顺序不明确,而是在同一天通过不同的文书出示了这两个任命,则不是被任命的人,而是进行任命的人来选择他必须接受哪一个。
§27.1.6.1Γραμματικοί, σοφισταὶ ῥήτορες, ἰατροὶ οἱ περιοδευταὶ καλούμενοι ὥσπερ τῶν λοιπῶν λειτουργιῶν οὕτως δὲ καὶ ἀπὸ ἐπιτροπῆς καὶ κουρατορίας ἀνάπαυσιν ἔχουσιν.
语法学家、哲人、修辞学家以及所谓的巡回医生,如同对其他公共义务一样,对监护和保佐也享有免除。
§27.1.6.2Ἔστιν δὲ καὶ ὁ ἀριθμὸς ῥητόρων ἐν ἑκάστῃ πόλει τῶν τὴν ἀλειτουργησίαν ἐχόντων, καὶ αἱρέσεις τινὲς προσκείμεναι τῷ νόμῳ, ὅπερ δηλοῦται ἐξ ἐπιστολῆς Ἀντωνίνου τοῦ Εὐσεβοῦς γραφείσης μὲν τῷν κοινῷ τῆς Ἀσίας, παντὶ δὲ τῷ κόσμῳ διαφερούσης, ἧς ἐστὶν τὸ κεφάλαιον τοῦτο ὑποτεταγμένον·
各城市中享有免除的修辞学家的数量,以及法律所附加的某些条件也是存在的。
Αἱ μὲν ἐλάττους πόλεις δύνανται πέντε ἰατροὺς ἀτελεῖς ἔχειν καὶ τρεῖς σοφιστὰς καὶ γραμματικούς τοὺς ἴσους· αἱ δὲ μείζους πόλεις ἑπτὰ τοὺς θεραπεύοντας, τέσσαρας τοὺς παιδεύοντας ἑκατέραν παιδείαν· αἱ δὲ μέγισται πόλεις δέκα ἰατροὺς καὶ ῥήτορας πέντε καὶ γραμματικοὺς τοὺς ἴσους.
这从安敦尼·庇护致亚细亚共同体但适用于全世界的信件中可以明显看出,该信件的要旨附于其后:较小的城市可以拥有五名免除义务的医生、三名哲人和同等数量的语法学家;中等城市可以拥有七名治疗者,以及各教授两种教育的人各四名;最大的城市可以拥有十名医生、五名修辞学家和同等数量的语法学家。
ὑπὲρ δὲ τοῦτον τὸν ἀριθμὸν οὐδὲ ἡ μεγίστη πόλις τὴν ἀτέλειαν παρέξει.
超过这一数量,即使是最大的城市也不能授予免税权。
εἰκὸς δὲ τῷ μὲν μεγίστῳ ἀριθμῷ χρήσασθαι τὰς μητροπόλεις τῶν ἐθνῶν, τῷ δὲ δευτέρῳ τὰς ἐχούσας ἀγορὰς δικῶν, τῷ δὲ τρίτῳ τὰς λοιπάς.
各省的首府使用最大的数量,设有裁判集会的城市使用第二个数量,其余城市使用第三个数量,是为适宜。
Τοῦτον τὸν ἀριθμὸν ὑπερβαίνειν §27.1.6.3μὲν οὐκ ἔξεστιν οὔτε ψηφίσματι βουλῆς οὔτε ἄλλῃ τινὶ παρεγρέσει, ἐλαττοῦν δὲ ἔξεστιν, ἐπειδήπερ ὑπὲρ τῶν πολιτικῶν λειτουργιῶν φαίνεται τὸ τοιοῦτο γινόμενον.
超过这一数量,无论是通过市参事会的决议,还是通过任何其他例外规避,都是不允许的,但减少它是允许的,因为这似乎是为了城市的公共义务而做出的。
§27.1.6.4Καὶ μέντοι οὐκ ἄλλως τὴν ἀλειτουργησίαν ταύτην καρπώσονται, ἐὰν μὴ δόγματι βουλῆς ἐνκαταλεγῶσιν τῷ ἀριθμῷ τῷ συγκεχωρημένῳ καὶ περὶ τὸ ἔργον ὀλιγώρως μὴ ἔχωσιν.
此外,除非他们通过市参事会的决议被列入获准的人数之内,并且没有疏忽其职责,否则他们将无法享受这一免除。
Καὶ φιλοσόφους δὲ ἀπολελύεσθαι §27.1.6.5ἐπιτροπῶν Παῦλος γράφει οὕτως· Philosophi oratores grammatici, qui publice iuuenibus prosunt, excusantur a tutelis.
而且哲学家也被免除监护,保罗这样写道:“公开为青年人提供益处的哲学家、修辞学家和语法学家,免除监护。
§27.1.6.6Nam et Ulpianus libro quarto de officio proconsulis ita scribit: Sed et reprobari medicum posse a republica, quamuis semel probatus sit, imperator noster cum patre Laelio Basso rescripsit.
” 因为乌尔比安在《论行省总督的职责》第四册中也这样写道:“但是,即使医生曾一度获得通过,他也有可能被城邦废除资格,正如我们的皇帝与其父亲共同在给莱利乌斯·巴苏斯的批复中写道的那样。
§27.1.6.7Περὶ δὲ τῶν φιλοσόφων ἡ αὐτὴ διάταξις τοῦ Πίου οὕτω λέγει· Φιλοσόφων δὲ οὐκ ἐτάχθη ἀριθμὸς διὰ τὸ σπανίους εἶναι τοὺς φιλοσοφοῦντας· οἶμαι δὲ ὅτι οἱ πλούτῳ ὑπερβάλλοντες ἐθελονταὶ παρέξουσιν τὰς ἀπὸ τῶν χρημάτων ὠφελείας ταῖς πατρίσιν· εἰ δὲ ἀκριβολογοῖντο περὶ τὰς οὐσίας, αὐτόθεν ἤδη φανεροὶ γενήσονται μὴ φιλοσοφοῦντες.
” 至于哲学家,庇护的同一宪令这样说道:“哲学家的数量未作规定,因为修习哲学的人是稀少的;但我认为,那些财富过人的人会自愿向其祖国提供金钱上的利益;但如果他们对自己的财产斤斤计较,那么从这一点便可立刻看出他们并非哲学家。 ”