[IDEM libro secundo excusationum. ] §27.1.2.prἈφίενται ἐπιτροπῆς καὶ κουρατορίας καὶ οἱ ἑβδομήκοντα ἔτη πεπληρωκότες.
[同上作者,《免除论》第二卷] 已满七十岁的人也免除监护和保佐。
ὑπερβεβηκέναι δὲ δεῖ τὰ ἑβδομήκοντα ἔτη ἐν ἐκείνῳ τῷ χρόνῳ ἐν ᾧ χειροτονεῖται, ἢ ἐν ᾧ τῇ κληρονομίᾳ προσέρχεταί τις, ἢ ἐν ᾧ ἡ αἵρεσις ἡ τῇ διαθήκῃ προσγραφεῖσα πεπλήρωται, οὐκ ἐντὸς τῶν χρόνων τῆς παραιτήσεως.
但必须在被选任之时、或某人继承遗产之时、或遗嘱中所附条件成就之时已经超过七十岁,而不能是在申请免除的期限之内才超过。
Ἡ δὲ ἡλικία δείκνυται §27.1.2.1ἢ ἐκ παιδογραφιῶν ἢ ἐξ ἑτέρων ἀποδείξεων νομίμων.
而年龄得以证明,或通过出生登记,或通过其他合法的证明。
§27.1.2.2Ἀφίησιν ἐπιτροπῆς καὶ κουρατορίας καὶ πολυπαιδία.
多子亦免除监护和保佐。
§27.1.2.3Νομίμους δὲ παῖδας εἶναι δεῖ πάντας, κἂν μὴ ὦσιν ἐν ἐξουσίᾳ.
但所有的孩子必须是婚生子,即使他们不在家父权之下。
§27.1.2.4Δεῖ δὲ εἶναι τοὺς παῖδας ὅτε οἱ πατέρες δίδονται ἐπίτροποι· οἱ γὰρ πρὶν τελευτήσαντες οὐ συναριθμοῦνται, οὔτε πάλιν βλάπτουσιν οἱ μετὰ τοῦτο ἀποθανόντες· καὶ ταῦτά φησι διάταξις τοῦ θειοτάτου Σεβήρου.
且在父亲被指定为监护人时,孩子必须在世;因为在此之前去世的孩子不计算在内,而在那之后去世的孩子亦不产生不利影响;神圣的塞维鲁的宪令便是这样规定的。
§27.1.2.5Τοῦτο δὲ δοκεῖ μὲν εἰρῆσθαι περὶ τοῦ κατὰ διαθήκας δοθέντος ἐπιτρόπου· ἁρμόζοι δὲ ἂν καὶ ἐπὶ παντὸς ἑτέρου.
这似乎是针对遗嘱指定的监护人而言的;但它也适用于任何其他监护人。
§27.1.2.6Ὁ δὲ ἐν τῇ γαστρὶ ὢν εἰ καὶ ἐν πολλοῖς μέρεσιν τοῦ νόμου συγκρίνεται τοῖς ἤδη γεγενημένοις, ὅμως οὔτε ἐν τῇ παρούσῃ ζητήσει οὔτε ἐν ταῖς λοιπαῖς πολιτικαῖς λειτουργίαις συναίρεται τῷ πατρί· καὶ τοῦτο εἴρηται διατάξει τοῦ θειοτάτου Σεβήρου.
胎儿虽然在法律的许多方面被比作已经出生的孩子,但在目前的问题以及其他市民公职中,并不为父亲计算在内;神圣的塞维鲁的宪令中也这样规定。
Οὐ μόνον δὲ υἱοὶ §27.1.2.7ἄφεσιν ἐπιτροπῆς διδόασιν καὶ θυγατέρες, ἀλλὰ καὶ ἔγγονοι ἐξ υἱῶν ἀρρένων τεχθέντες ἄρρενές τε καὶ θήλειαι.
而且不仅是儿子和女儿带来监护的免除,由男系儿子所生的孙子女(无论男女)也同样带来免除。
Βοηθοῦσιν δὲ τότε, ὁπόταν τοῦ πατρὸς αὐτῶν ἀποθανόντος τὸν ἐκείνου τόπον πληρώσωσιν τῷ πάππῳ.
但只有在他们父亲去世、为祖父填补其父亲之位时,他们才起帮助作用。
ὅσοι δ' ἂν ὦσιν ἔγγονοι ἐξ ἑνὸς υἱοῦ, ἀντὶ ἑνὸς τέκνου ἀριθμοῦνται.
不论一个儿子有多少个孙子女,他们都被算作一个孩子。
ταῦτα δὲ καὶ ἐκ διατάξεων, αἳ περὶ τῶν τέκνων διαλέγονται, ἔστιν συναγαγεῖν· οὐδαμοῦ γὰρ ἔστιν ῥᾳδίως εὑρεῖν, ὅτι περὶ υἱῶν διαλέγεται διάταξις, ἀλλὰ περὶ τέκνων· ἡ δὲ προσηγορία αὕτη καὶ ἐπὶ τοὺς ἐγγόνους ἐκτείνεται.
这些也可以从讨论孩子的宪令中推导出来;因为人们在任何地方都不容易发现宪令仅讨论“儿子”,而是讨论“孩子”;而这一名称也延伸到了孙子女。
§27.1.2.8Τὸν δὲ ἀριθμὸν τῶν τέκνων τὸν ὡρισμένον ταῖς διατάξεσιν εἶναι δεῖ ἑκάστῳ τότε, ὅτε χειροτονεῖται, οὐχὶ κἂν μετὰ τὸ χειροτονηθῆναι γεννηθῇ πρὸ τοῦ τὰ δίκαια τῆς ἀφέσεως παρασχέσθαι· οἱ γὰρ μετὰ τοῦτο γεγενημένοι οὐ βοηθοῦσιν, ὡς διάταξίς φησιν Σεβήρου καὶ Ἀντωνίνου.
每个人必须在被选任之时拥有宪令所规定的孩子数量,而不能是因为在被选任之后、在呈交免除权利之前有孩子出生而算入;因为之后出生的孩子不起帮助作用,正如塞维鲁和安东尼努斯的宪令所言。
§27.1.2.9Ἔτι μὴν καὶ οἱ τρεῖς ἔχοντες ἐπιτροπὰς ἢ τρεῖς κουρατίονας ἢ ἀναμεμιγμένας τρεῖς κουρατορίας τε καὶ ἐπιτροπὰς καὶ ἔτι μενοῦσας, τοῦτ᾽ ἔστιν μήπω ἐκβάντων τὴν ἡλικίαν τῶν ἀφηλίκων, οὗτοι ἀφίενται εἰς τετάρτην ἐπιτροπὴν ἢ κουρατορίαν καλούμενοι.
此外,那些已经承担三个监护、或三个保佐、或混合的三个保佐与监护且这些仍然持续的人——即未成年人尚未超过年龄——在被召集担任第四个监护或保佐时应予免除。
ἀλλὰ μὴν κἂν κουράτωρ τις ᾖ μὴ ἀφήλικος, ἀλλὰ μαινομένου, εἰς τὸν ἀριθμὸν τῶν κουρατοριῶν καὶ αὐτὴ ὑπολογισθήσεται ἡ κουρατορία· ὅπερ οὕτως ἔχειν διδάσκει διάταξις Σεβήρου καὶ Ἀντωνίνου.
而且,即使某人担任的不是未成年人的保佐人,而是精神失常者的保佐人,该保佐也将被计入保佐的数量中;塞维鲁和安东尼努斯的宪令阐明了这一情况。
λέγει καὶ ὁ κράτιστος Οὐλπιανὸς περὶ τῶν τριῶν ἐπιτροπῶν ταῦτα.
最杰出的乌尔比安关于这三个监护也说了同样的话。