[IDEM libro secundo excusationum. ] §27.1.2.prἈφίενται ἐπιτροπῆς καὶ κουρατορίας καὶ οἱ ἑβδομήκοντα ἔτη πεπληρωκότες.
[同じ著者、『免除について』第2巻より] また、70歳を満たした人々も、後見および保佐から免除される。
ὑπερβεβηκέναι δὲ δεῖ τὰ ἑβδομήκοντα ἔτη ἐν ἐκείνῳ τῷ χρόνῳ ἐν ᾧ χειροτονεῖται, ἢ ἐν ᾧ τῇ κληρονομίᾳ προσέρχεταί τις, ἢ ἐν ᾧ ἡ αἵρεσις ἡ τῇ διαθήκῃ προσγραφεῖσα πεπλήρωται, οὐκ ἐντὸς τῶν χρόνων τῆς παραιτήσεως.
しかし、70歳を超えていることは、その者が選任されるその時点、あるいは誰かが相続を承認するその時点、あるいは遺言に付記された条件が満たされたその時点においてでなければならず、免除を申し立てる期間の内でであってはならない。
Ἡ δὲ ἡλικία δείκνυται
そして年齢は証明される。
§27.1.2.1ἢ ἐκ παιδογραφιῶν ἢ ἐξ ἑτέρων ἀποδείξεων νομίμων.
出生記録から、あるいは他の法的な証明から。
§27.1.2.2Ἀφίησιν ἐπιτροπῆς καὶ κουρατορίας καὶ πολυπαιδία.
また、多子(子だくさん)であることも、後見および保佐から免除する。
§27.1.2.3Νομίμους δὲ παῖδας εἶναι δεῖ πάντας, κἂν μὴ ὦσιν ἐν ἐξουσίᾳ.
しかし、子供たちは全員が嫡出子でなければならない。 たとえ彼らが家父長権の下にいなくとも。
§27.1.2.4Δεῖ δὲ εἶναι τοὺς παῖδας ὅτε οἱ πατέρες δίδονται ἐπίτροποι·
そして、子供たちは父親が後見人に指定される時点で生存していなければならない。
οἱ γὰρ πρὶν τελευτήσαντες οὐ συναριθμοῦνται, οὔτε πάλιν βλάπτουσιν οἱ μετὰ τοῦτο ἀποθανόντες·
というのも、それ以前に亡くなった子供たちは数に含められないし、一方で、その後に亡くなった子供たちが不利益を与えることもないからである。
καὶ ταῦτά φησι διάταξις τοῦ θειοτάτου Σεβήρου.
このことは神聖なるセウェルスの勅法が述べている。
§27.1.2.5Τοῦτο δὲ δοκεῖ μὲν εἰρῆσθαι περὶ τοῦ κατὰ διαθήκας δοθέντος ἐπιτρόπου· ἁρμόζοι δὲ ἂν καὶ ἐπὶ παντὸς ἑτέρου.
この規定は、遺言によって指定された後見人について述べられたものと思われるが、他のあらゆる後見人に対しても適用されうるであろう。
§27.1.2.6Ὁ δὲ ἐν τῇ γαστρὶ ὢν εἰ καὶ ἐν πολλοῖς μέρεσιν τοῦ νόμου συγκρίνεται τοῖς ἤδη γεγενημένοις, ὅμως οὔτε ἐν τῇ παρούσῃ ζητήσει οὔτε ἐν ταῖς λοιπαῖς πολιτικαῖς λειτουργίαις συναίρεται τῷ πατρί·
胎児は、法律の多くの分野においてすでに生まれた子供たちと同等に扱われるとしても、それにもかかわらず、今回の問題においても、その他の市民的負担においても、父親を助ける(数に合算される)ことはない。
καὶ τοῦτο εἴρηται διατάξει τοῦ θειοτάτου Σεβήρου.
このことも神聖なるセウェルスの勅法で述べられている。
Οὐ μόνον δὲ υἱοὶ §27.1.2.7ἄφεσιν ἐπιτροπῆς διδόασιν καὶ θυγατέρες, ἀλλὰ καὶ ἔγγονοι ἐξ υἱῶν ἀρρένων τεχθέντες ἄρρενές τε καὶ θήλειαι.
また、息子や娘たちだけが後見からの免除をもたらすのではなく、男子である息子から生まれた孫たち(男女を問わず)もそれをもたらす。
Βοηθοῦσιν δὲ τότε, ὁπόταν τοῦ πατρὸς αὐτῶν ἀποθανόντος τὸν ἐκείνου τόπον πληρώσωσιν τῷ πάππῳ.
しかし、彼らが助けとなるのは、彼らの父親が亡くなって、祖父に対してその父親の地位を満たすときに限られる。
ὅσοι δ' ἂν ὦσιν ἔγγονοι ἐξ ἑνὸς υἱοῦ, ἀντὶ ἑνὸς τέκνου ἀριθμοῦνται.
また、一人の息子から生まれた孫たちが何人いようとも、一人の子供としてカウントされる。
ταῦτα δὲ καὶ ἐκ διατάξεων, αἳ περὶ τῶν τέκνων διαλέγονται, ἔστιν συναγαγεῖν·
これらのことは、子供たちについて語る勅法からも推論することができる。
οὐδαμοῦ γὰρ ἔστιν ῥᾳδίως εὑρεῖν, ὅτι περὶ υἱῶν διαλέγεται διάταξις, ἀλλὰ περὶ τέκνων·
というのも、勅法が「息子たち」について語っていることを見出すのは容易ではなく、むしろ「子供たち」について語っているからである。
ἡ δὲ προσηγορία αὕτη καὶ ἐπὶ τοὺς ἐγγόνους ἐκτείνεται.
そしてこの名称は孫たちにも及ぶのである。
§27.1.2.8Τὸν δὲ ἀριθμὸν τῶν τέκνων τὸν ὡρισμένον ταῖς διατάξεσιν εἶναι δεῖ ἑκάστῳ τότε, ὅτε χειροτονεῖται, οὐχὶ κἂν μετὰ τὸ χειροτονηθῆναι γεννηθῇ πρὸ τοῦ τὰ δίκαια τῆς ἀφέσεως παρασχέσθαι·
そして、勅法によって定められた子供の数は、選任されるその時点で各人に備わっていなければならず、選任された後に生まれた場合は、たとえ免除の権利が提出される前であったとしても、数に含められない。
οἱ γὰρ μετὰ τοῦτο γεγενημένοι οὐ βοηθοῦσιν, ὡς διάταξίς φησιν Σεβήρου καὶ Ἀντωνίνου.
なぜなら、その後に生まれた子供たちは助けとはならないからであり、セウェルスとアントニヌスの勅法がそう述べている通りである。
§27.1.2.9Ἔτι μὴν καὶ οἱ τρεῖς ἔχοντες ἐπιτροπὰς ἢ τρεῖς κουρατίονας ἢ ἀναμεμιγμένας τρεῖς κουρατορίας τε καὶ ἐπιτροπὰς καὶ ἔτι μενοῦσας, τοῦτ᾽ ἔστιν μήπω ἐκβάντων τὴν ἡλικίαν τῶν ἀφηλίκων, οὗτοι ἀφίενται εἰς τετάρτην ἐπιτροπὴν ἢ κουρατορίαν καλούμενοι.
さらにまた、すでに3つの後見、あるいは3つの保佐、あるいは3つ混ざり合った後見および保佐を現在も引き受けている者(すなわち、未成年者たちがまだ年齢に達していない場合)は、4番目の後見または保佐に呼び出された際に免除される。
ἀλλὰ μὴν κἂν κουράτωρ τις ᾖ μὴ ἀφήλικος, ἀλλὰ μαινομένου, εἰς τὸν ἀριθμὸν τῶν κουρατοριῶν καὶ αὐτὴ ὑπολογισθήσεται ἡ κουρατορία·
さらに、誰かが未成年者ではなく狂気者の保佐人である場合でも、その保佐もまた保佐の数に算入される。
ὅπερ οὕτως ἔχειν διδάσκει διάταξις Σεβήρου καὶ Ἀντωνίνου.
このことがその通りであることをセウェルスとアントニヌスの勅法は教えている。
λέγει καὶ ὁ κράτιστος Οὐλπιανὸς περὶ τῶν τριῶν ἐπιτροπῶν ταῦτα.
最も優れたウルピアヌスも、この3つの後見について同様のことを述べている。