Humanitext Reader

查士丁尼一世 · 学说汇纂 §27.1.13.pr-27.1.13.2

申请免除监护与保佐的法定期限

第 3953 段,共 9271 段 · 拉丁语

内容简介

文中讨论了申请免除监护或保佐职务的法定期限,并介绍了法学家们的解释,该解释纠正了对处于远方之人的期限计算中所存在的不合理之处。

[IDEM libro quarto excusationum. ] §27.1.13.prΕἰδέναι χρὴ ὅτι οὔτε οἱ χειροτονηθέντες ἐπίτροποι οὔτε οἱ κατὰ διαθήκην δοθέντες ἐκκαλεῖσθαι ἀνάγκην ἔχουσιν, ὡς δηλοῖ διάταξις τῶν θειοτάτων Σεβήρου καὶ Ἀντωνίνου.
[同上,在《论免除》第四卷中] 应当知道,无论是被选任的监护人,还是通过遗嘱指定的监护人,都无需进行上诉,正如最神圣的塞维鲁与安东尼努斯的宪令所明示的那样。
τοῦτο δὲ παραφυλάττειν δεῖ καὶ ἐπὶ τῶν χειροτονηθέντων κουρατόρων· ἐν ὀλίγοις γὰρ πάνυ διαλλάττουσιν οἱ κουράτορες ἀπὸ τῶν ἐπιτρόπων.
对于被选任的保佐人,也应当遵守这一规定;因为保佐人与监护人的区别极小。
κατὰ μέντοι τῶν ψήφων τῶν ἐκβαλλουσῶν αὐτοῖς τὰς ἐξκουσατίονας ἄδειαν ἔχουσιν ἐκκαλεῖσθαι.
然而,对于驳回其免除申请的判决,他们有权自由提起上诉。
Πολλὰ δὲ παραφυλάττειν §27.1.13.1προσήκει, ἵνα ἐπιτραπῶσιν ἐπίτροποι ἢ κουράτορες τὰ δίκαια παρασχέσθαι τῆς ἀφέσεως.
而遵守许多事项是适当的,以便监护人或保佐人得以被允许出示其免除的权利。
δεῖ γὰρ αὐτοὺς ἐμπροθέσμως προσελθεῖν τῷ δικαστῇ.
因为他们应当在法定期限内向法官提出申请。
εἰσὶν δὲ αἱ προθεσμίαι αὗται· ὁ μὲν γὰρ ἐν αὐτῇ τῇ πόλει ὤν, ὅπου κεχειροτόνηται, ἢ ἐντὸς ἑκατοστοῦ μιλίου τῆς πόλεως ἐντὸς πεντήκοντα ἡμερῶν παραιτήσεται, ἢ μετὰ τοῦτο οὐ συγχωρηθήσεται, ἀλλ' ἕξεται τῆς φροντίδος.
而这些期限如下:在被选任的同一城市内,或在距离该城市一百英里以内的,应当在五十天内申请免除,否则在此期限之后将不予准许,而须承担该职务。
κἂν τούτων τι μὴ ποιήσῃ, ἔσται ἐν τῇ αὐτῇ αἰτίᾳ, ἐν ᾗ ἂν ἦν εἰ ἀπεφάνθη τῷ ἰδίῳ κινδύνῳ αὐτὸν ὀλιγωρεῖν πρὸς τὸ μηδὲ καταλείπεσθαι αὐτῷ τινα ὁδὸν πρὸς παραίτησιν.
如果他未履行这些程序,他将处于与“如果他被宣告因自身风险而懈怠,以至于没有给他留下任何申请免除的途径”相同的境地。
ὁ δὲ ὑπὲρ ἑκατὸν μίλια τῆς πόλεως ἀποδημῶν εἴκοσι μίλια ἕξει ἀριθμούμενα αὐτῷ καθ' ἑκάστην ἡμέραν, ἀφ' ἧς ἂν γνῷ (δεῖ δὲ αὐτῷ μηνυθῆναι ὑπὸ τῶν ἀρχόντων ἢ κατὰ πρόσωπον ἢ ἐπὶ τῆς οἰκίας) καὶ ἔξωθεν τούτων ἄλλας τριάκοντα ἡμέρας ἔχει πρὸς δικαιολογίαν.
而在距离该城市一百英里以外的外地者,自其知悉之日起(但必须由地方官亲自或在其住所通知他),每二十英里计算为一天,此外还有另外三十天用于辩明。
τοῦτο δὲ διαφέρει καὶ τοῖς κατὰ διαθήκας δοθεῖσιν, ἐάν τε ἐπίτροποι ὦσιν ἐάν τε κουράτορες, οὓς κουράτορας βεβαιοῦσθαι ἔθος ὑπὸ τοῦ ἡγουμένου.
这对于遗嘱指定的人也有关系,无论他们是监护人还是保佐人,而保佐人按惯例须由省长予以确认。
§27.1.13.2Ἕτερον δὲ ἐκεῖνο εὑρίσκομεν ἐκ τῆς Μάρκου νομοθεσίας ζητήσεως ἄξιον· τῷ γὰρ ἐν αὐτῇ τῇ πόλει ὄντι, ἐν ᾗ κεχειροτόνηται ἢ ἐντὸς ἑκατὸν μιλίων πεντήκοντα ἡμερῶν ἔδωκεν ὁ νομοθέτης προθεσμίαν.
但我们从马可的立法中发现了另一个值得探讨的问题:对于在被选任的同一城市内或在一百英里以内的人,立法者给予了五十天的期限。
τῷ δὲ ὑπὲρ ἑκατὸν μίλια διατρίβοντι καθ' ἑκάστην ἡμέραν δεῖν ἀριθμεῖσθαι εἴκοσι μίλια ἐκέλευσεν καὶ ἔξωθεν τούτων ἄλλας τριάκοντα ἡμέρας προσέθηκεν εἰς δικαιολογίαν.
而对于在一百英里以外停留的人,他命令每二十英里计算为一天,并在这些天之外,另外增加了三十天用于辩明。
ὅθεν συμβαίνει, ἐὰν ᾖ τις ἀπὸ ἑκατὸν ἑξήκοντα μιλίων τὰς διατριβὰς ποιούμενος, τούτῳ εἶναι προθεσμίαν ὀκτὼ καὶ τριάκοντα ἡμερῶν, ὀκτὼ μὲν τῶν ἑκατὸν ἑξήκοντα μιλίων, ὡς καθ' ἑκάστην ἡμέραν εἴκοσι μιλίων ἀριθμουμένων, τριάκοντα δὲ τὰς πρὸς τὴν δικαιολογίαν.
因此,如果有人在距离一百六十英里的地方停留,此人将拥有三十八天的期限,即对于一百六十英里,以每天二十英里计算的八天,以及用于辩明的三十天。
ἔσται οὖν ἐν χείρονι τάξει ὁ πόῤῥωθεν διατρίβων τοῦ ἐντὸς ἑκατὸν μιλίων ὄντος ἢ ἐν αὐτῇ τῇ πόλει, εἴγε τούτοις μὲν ἀεὶ πεντήκοντα ἡμέραι προθεσμίας εἰσὶν, ἐκείνοις δὲ ἐλάττους.
因此,在远方停留的人将处于比在一百英里以内或在同一城市内的人更不利的地位,因为后者总是拥有五十天的期限,而前者却较少。
ἀλλ' εἰ καὶ τὰ μάλιστα τὸ ῥητὸν τοῦ νόμου ταύτην ἀποτελεῖ τὴν διάνοιαν, ὅμως ἡ γνώμη τοῦ νομοθέτου ἄλλο βούλεται.
但是,即使法律的字面规定确实产生了这种含义,立法者的意图却另有所指。
οὓτωσ γάρ καὶ Κερβίδιοσ Σκαίβολασ καὶ Παῦλοσ καὶ Δομίτιοσ Οὐλπιανὸσ οἱ κορυφαῖοι τῶν νομικῶν γράφουσιν, φάσκοντες οὕτως δεῖν ταῦτα παραφυλάττειν, ὡς μηδέποτέ τινι ἐλάττω δίδοσθαι τῶν πεντήκοντα ἡμερῶν προθεσμίαν, τότε δὲ μακροτέραν, ὁπόταν ἡ διαρίθμησις τῶν ἐπὶ τῇ ὁδῷ ἡμερῶν προστιθεμένη ταῖς τριάκοντα ἡμέραις, ἃς πρὸς δικαιολογίαν ὁ νόμος δίδωσιν, ὑπερβαίνει τὰς πεντήκοντα ἡμέρας, οἷον ἐάν τινα φῶμεν ἀπὸ τετρακοσίων τεσσαράκοντα μιλίων διατρίβειν·
实际上,法学家中的泰斗塞尔维迪乌斯·斯凯沃拉、保罗和多米提乌斯·乌尔比安也是这样写的,他们主张必须这样遵守这些规定,即决不给任何人少于五十天的期限,而只有当路途天数的计算加上法律为辩明而给的三十天超过五十天时,才给予较长的期限。
οὗτος γὰρ τῆς μὲν ὁδοῦ ἕξει ἡμέρας εἴκοσι δύο, πρὸς δικαιολογίαν δὲ ἄλλας τριάκοντα.
例如,我们假设某人在四百四十英里外停留;此人将有二十二天的路途时间,以及另外三十天用于辩明。
Παραφυλάξουσιν
他们将遵守

词汇与语法注释

  1. §27.1.13.prἐκκαλεῖσθαι ἀνάγκην ἔχουσιν — 意为“有上诉的义务(必要)”。在此语境下,它表明被选任的监护人(或遗嘱指定的人)在拒绝就任时,无需像对待一般判决那样经过正式的“上诉”程序,而只需在规定期限内直接提出免除申请即可。
  2. §27.1.13.1ἔσται ἐν τῇ αὐτῇ αἰτίᾳ, ἐν ᾗ ἂν ἦν εἰ ἀπεφάνθη — 混合条件句结构。虽然主句动词为直陈式将来时(ἔσται),但关系从句内部包含了一个虚拟语气反事实条件句(ἂν ἦν + εἰ ἀπεφάνθη[直陈式过去时]),表达了法律上的拟制:“他将被置于与‘如果他被宣告……原本会处于的’相同的境地(αἰτία)”。
  3. §27.1.13.2ὡς μηδέποτέ τινι ἐλάττω δίδοσθαι — 间接引语中 ὡς + 不定式的结构。承接法学家的观点(γράφουσιν φάσκοντες),在表示结果或程度的 ὡς 从句中使用了宾格加不定式结构(ἐλάττω[主语]δίδοσθαι[不定式]),表明了解释的标准:“绝不应给任何人少于(五十天)的期限”。

引用这一段

查士丁尼一世, 学说汇纂 §27.1.13.pr-27.1.13.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:latinLit:phi2806.phi002.humanitext-lat1:27.1.13.pr-27.1.13.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。