[IDEM libro quarto excusationum. ]
[同じく[免除に関する]第四の書の中のモデスティヌス] 指名された後見人も、遺言によって指定された者も、上訴する必要はないということを知るべきである。
§27.1.13.prΕἰδέναι χρὴ ὅτι οὔτε οἱ χειροτονηθέντες ἐπίτροποι οὔτε οἱ κατὰ διαθήκην δοθέντες ἐκκαλεῖσθαι ἀνάγκην ἔχουσιν, ὡς δηλοῖ διάταξις τῶν θειοτάτων Σεβήρου καὶ Ἀντωνίνου.
このことは、最も神聖なるセウェルスとアントニヌスの勅法が明らかにしている通りである。
τοῦτο δὲ παραφυλάττειν δεῖ καὶ ἐπὶ τῶν χειροτονηθέντων κουρατόρων·
そして、このことは指名された保佐人についても遵守されなければならない。
ἐν ὀλίγοις γὰρ πάνυ διαλλάττουσιν οἱ κουράτορες ἀπὸ τῶν ἐπιτρόπων.
なぜなら、保佐人は後見人と極めてわずかしか異ならないからである。
κατὰ μέντοι τῶν ψήφων τῶν ἐκβαλλουσῶν αὐτοῖς τὰς ἐξκουσατίονας ἄδειαν ἔχουσιν ἐκκαλεῖσθαι.
しかしながら、彼らの免除を却下する判決に対しては、彼らは自由に上訴することができる。
Πολλὰ δὲ παραφυλάττειν
そして、多くのことを遵守することがふさわしい。
§27.1.13.1προσήκει, ἵνα ἐπιτραπῶσιν ἐπίτροποι ἢ κουράτορες τὰ δίκαια παρασχέσθαι τῆς ἀφέσεως.
それは、後見人や保佐人が免職の特権を提示することが認められるためである。
δεῖ γὰρ αὐτοὺς ἐμπροθέσμως προσελθεῖν τῷ δικαστῇ.
というのも、彼らは期限内に裁判官のもとに赴くべきだからである。
εἰσὶν δὲ αἱ προθεσμίαι αὗται·
そしてそれらの期限は次の通りである。
ὁ μὲν γὰρ ἐν αὐτῇ τῇ πόλει ὤν, ὅπου κεχειροτόνηται, ἢ ἐντὸς ἑκατοστοῦ μιλίου τῆς πόλεως ἐντὸς πεντήκοντα ἡμερῶν παραιτήσεται, ἢ μετὰ τοῦτο οὐ συγχωρηθήσεται, ἀλλ' ἕξεται τῆς φροντίδος.
すなわち、自分が指名されたまさにその都市にいる者、あるいはその都市から100マイル以内にいる者は、50日以内に辞退の申立てをしなければならない。 さもなければ、この期間の後は許されず、その任務に縛られることになる。
κἂν τούτων τι μὴ ποιήσῃ, ἔσται ἐν τῇ αὐτῇ αἰτίᾳ, ἐν ᾗ ἂν ἦν εἰ ἀπεφάνθη τῷ ἰδίῳ κινδύνῳ αὐτὸν ὀλιγωρεῖν πρὸς τὸ μηδὲ καταλείπεσθαι αὐτῷ τινα ὁδὸν πρὸς παραίτησιν.
そして、もしこれらのいずれかを行わなければ、彼は、自らの危険において怠慢であったため、辞退のためのいかなる道も残されていないと宣告された場合と同じ状況に置かれることになる。
ὁ δὲ ὑπὲρ ἑκατὸν μίλια τῆς πόλεως ἀποδημῶν εἴκοσι μίλια ἕξει ἀριθμούμενα αὐτῷ καθ' ἑκάστην ἡμέραν, ἀφ' ἧς ἂν γνῷ (δεῖ δὲ αὐτῷ μηνυθῆναι ὑπὸ τῶν ἀρχόντων ἢ κατὰ πρόσωπον ἢ ἐπὶ τῆς οἰκίας) καὶ ἔξωθεν τούτων ἄλλας τριάκοντα ἡμέρας ἔχει πρὸς δικαιολογίαν.
一方、都市から100マイルを超えて離れている者は、そのことを知った日から(ただし、地方官たちによって本人に直接、あるいはその家において告げられなければならないが)、1日につき20マイルとして計算される日数を有し、さらにこれらのほかに、弁明のために別の30日を有する。
τοῦτο δὲ διαφέρει καὶ τοῖς κατὰ διαθήκας δοθεῖσιν, ἐάν τε ἐπίτροποι ὦσιν ἐάν τε κουράτορες, οὓς κουράτορας βεβαιοῦσθαι ἔθος ὑπὸ τοῦ ἡγουμένου.
このことは、遺言によって指定された者にとっても関係があり、彼らが後見人であれ、保佐人であれ同様であり、保佐人については州知事によって承認されるのが慣行である。
§27.1.13.2Ἕτερον δὲ ἐκεῖνο εὑρίσκομεν ἐκ τῆς Μάρκου νομοθεσίας ζητήσεως ἄξιον·
しかし、我々はマルクスの立法から、検討に値するもう一つのことを見出す。
τῷ γὰρ ἐν αὐτῇ τῇ πόλει ὄντι, ἐν ᾗ κεχειροτόνηται ἢ ἐντὸς ἑκατὸν μιλίων πεντήκοντα ἡμερῶν ἔδωκεν ὁ νομοθέτης προθεσμίαν.
すなわち、立法者は、指名されたまさにその都市にいる者、あるいは100マイル以内にいる者に対しては、50日の期限を与えた。
τῷ δὲ ὑπὲρ ἑκατὸν μίλια διατρίβοντι καθ' ἑκάστην ἡμέραν δεῖν ἀριθμεῖσθαι εἴκοσι μίλια ἐκέλευσεν καὶ ἔξωθεν τούτων ἄλλας τριάκοντα ἡμέρας προσέθηκεν εἰς δικαιολογίαν.
一方、100マイルを超えて滞在している者に対しては、1日あたり20マイルで計算されるべきことを命じ、これらとは別にさらに30日を弁明のために加えた。
ὅθεν συμβαίνει, ἐὰν ᾖ τις ἀπὸ ἑκατὸν ἑξήκοντα μιλίων τὰς διατριβὰς ποιούμενος, τούτῳ εἶναι προθεσμίαν ὀκτὼ καὶ τριάκοντα ἡμερῶν, ὀκτὼ μὲν τῶν ἑκατὸν ἑξήκοντα μιλίων, ὡς καθ' ἑκάστην ἡμέραν εἴκοσι μιλίων ἀριθμουμένων, τριάκοντα δὲ τὰς πρὸς τὴν δικαιολογίαν.
それゆえ、もし160マイル離れた場所に滞在している者がいるとすれば、その者には38日の期限が与えられることになる。 すなわち、160マイルに対して、1日あたり20マイルとして計算される8日と、弁明のための30日である。
ἔσται οὖν ἐν χείρονι τάξει ὁ πόῤῥωθεν διατρίβων τοῦ ἐντὸς ἑκατὸν μιλίων ὄντος ἢ ἐν αὐτῇ τῇ πόλει, εἴγε τούτοις μὲν ἀεὶ πεντήκοντα ἡμέραι προθεσμίας εἰσὶν, ἐκείνοις δὲ ἐλάττους.
したがって、遠方に滞在している者は、100マイル以内にいる者や同じ都市にいる者よりも不利な立場に置かれることになる。 なぜなら、後者には常に50日の期限があるのに対し、前者にはそれより少ない期限しかないからである。
ἀλλ' εἰ καὶ τὰ μάλιστα τὸ ῥητὸν τοῦ νόμου ταύτην ἀποτελεῖ τὴν διάνοιαν, ὅμως ἡ γνώμη τοῦ νομοθέτου ἄλλο βούλεται.
しかし、たとえ法律の文字通りの規定が極めて確かにこのような解釈を生じさせるとしても、立法者の意図は別のことを求めている。
οὓτωσ γάρ καὶ Κερβίδιοσ Σκαίβολασ καὶ Παῦλοσ καὶ Δομίτιοσ Οὐλπιανὸσ οἱ κορυφαῖοι τῶν νομικῶν γράφουσιν, φάσκοντες οὕτως δεῖν ταῦτα παραφυλάττειν, ὡς μηδέποτέ τινι ἐλάττω δίδοσθαι τῶν πεντήκοντα ἡμερῶν προθεσμίαν, τότε δὲ μακροτέραν, ὁπόταν ἡ διαρίθμησις τῶν ἐπὶ τῇ ὁδῷ ἡμερῶν προστιθεμένη ταῖς τριάκοντα ἡμέραις, ἃς πρὸς δικαιολογίαν ὁ νόμος δίδωσιν, ὑπερβαίνει τὰς πεντήκοντα ἡμέρας, οἷον ἐάν τινα φῶμεν ἀπὸ τετρακοσίων τεσσαράκοντα μιλίων διατρίβειν·
実際、法学者たちの最高峰であるケルウィディウス・スカエウォラもパウルスもドミティウス・ウルピアヌスもこのように書いており、これらは次のように遵守されるべきであると主張している。 すなわち、誰に対しても50日より少ない期限が与えられることは決してなく、道中の日数の計算に法律が弁明のために与える30日を加えたものが50日を超える場合にのみ、より長い期限が与えられる、と。 例えば、ある人が440マイル離れた場所に滞在していると仮定しよう。
οὗτος γὰρ τῆς μὲν ὁδοῦ ἕξει ἡμέρας εἴκοσι δύο, πρὸς δικαιολογίαν δὲ ἄλλας τριάκοντα.
この場合、彼は旅程のために22日、弁明のためにさらに30日を有する。
Παραφυλάξουσιν
遵守するであろう