[IDEM libro quarto excusationum. ] §27.1.13.3δὲ ταύτην τὴν προθεσμίαν πάντες οἱ ὁπωσοῦν παραιτούμενοι ἐπιτροπὴν ἢ κουρατορίαν ἢ μέρος γε ταύτης.
这一期限,所有以任何方式申请免除监护或保佐、或至少免除其中一部分职务的人。
§27.1.13.4Ἀκόλουθον δέ ἐστιν πιστεύειν, ὅτι εἰ καί τινι εἴδει παραιτήσεως ἤ τις χρώμενος, οὐκ ἄλλως ἀκουσθήσεται, ἐὰν μὴ φυλάξῃ τὴν προθεσμίαν, εἰ μὴ ἄρα τῆς ἑτέρας πόλεως πολίτης ἐστίν.
且合理认为,即使有人使用某种免除理由,若不遵守期限,其诉求绝不会被听取,除非他确实是另一个城市的市民。
§27.1.13.5Οὕτως δὲ ἐπαναγκές ἐστιν φυλάττειν τὴν προθεσμίαν, ὅτι κἂν δικαιολογησάμενος ἀφεθῇ, μὴ ἐλευθεροῦσθαι αὐτὸν οἱ θειότατοι Σεβῆρος καὶ Ἀντωνῖνος δηλοῦσιν ἐν διατάξει κελεύσαντες μὴ κρατεῖσθαι τὸν εἰς τόπον αὐτοῦ χειροτονηθέντα, ὡς οὐκ ἐξὸν δεδομένον εἰς τόπον ὄντος ἐπιτρόπου.
而且遵守期限是如此强制,以至于即使他通过辩明而被免除,他自己也不会获得解脱,正如最神圣的塞维鲁与安东尼努斯在宪令中所明示的那样,他们命令不应留任为其替代而选任的人,因为在已有监护人的情况下,是不允许在原位置上指定他人的。
§27.1.13.6Ἀπόχρη δὲ ἐντὸς τῆς προθεσμίας ἐντυχεῖν μόνον· ἐὰν γὰρ μετὰ ταῦτα μὴ ἑκὼν ἀπολειφθῇ, οὐκ ἔσται παραγράψιμος.
此外,仅在期限内提出申请便已足够;因为如果在其后他非自愿地缺席,他将不会受到逾期抗辩。
διόπερ ἐὰν ἀφοσιώσεως χάριν μόνον ἐντύχῃ, μὴ ἐπιμείνῃ δὲ μετὰ ταῦτα τῇ δικαιολογίᾳ, μετὰ τὴν προθεσμίαν ὑποπεσεῖται τῇ παραγραφῇ.
因此,如果他仅为了虚应故事而提出申请,此后却不坚持辩明,那么在期限过后他将面临逾期抗辩。
καὶ λέγει τοῦτο διάταξις τῶν αὐτοκρατόρων Σεβήρου καὶ Ἀντωνίνου.
皇帝塞维鲁与安东尼努斯的宪令也说明了这一点。
§27.1.13.7Ἐὰν γάρ τις διὰ νόσον ἢ δι᾿ ἄλλην ἀνάγκην, οἷον θαλάσσης ἢ χειμῶνος ἢ ἐφόδου λῃστῶν ἤ τινα ἑτέραν παραπλησίαν, ἐμπροθέσμως μὴ δύνηται ἐντυχεῖν, συγνώμης τυγχάνειν.
因为如果有人由于疾病或其他不可抗力,例如海上交通、风暴、强盗袭击或其他类似原因,无法在法定期限内提出申请,应当获得宽免。
οὐ τὴν πίστιν ἤρκει συστῆσαι καὶ ἐξ αὐτοῦ τοῦ φύσει δικαίου, πλὴν ἀλλὰ καὶ διάταξίς ἐστιν τῶν αὐτοκρατόρων Σεβήρου καὶ Ἀντωνίνου ταῦτα λέγουσα.
仅凭自然正义本身也足以确立这一合理性,但此外也有皇帝塞维鲁与安东尼努斯的宪令做出了这一规定。
§27.1.13.8Εἰδέναι δὲ δεῖ, ὅτι οὐκ ἀπόχρη τὸ προσελθεῖν τῷ δικάζοντι, ἀλλὰ δεῖ αὐτὸν καὶ περὶ τοῦ εἴδους τῆς ἀφέσεως μαρτύρασθαι, καὶ εἴ πολλά ἔχει πρὸς ἄφεσιν δίκαια, πάντα ὀνομάσαι· εἰ δὲ μή, ὅμοιός ἐστιν τῷ μηδὲ τὴν ἀρχὴν προσεληλυθότι ὁ προσελθὼν μέν, δίκαιον δὲ ἀφέσεως μὴ ὀνομάσας.
但应当知道,仅向法官提出申请是不够的,他还必须对免除的具体种类做出陈述,而且如果他有许多免除的理由,必须全部列举;否则,虽然提出了申请却未列明免除理由的人,与一开始根本没有提出申请的人无异。
§27.1.13.9Αἱ δὲ πεντήκοντα ἡμέραι συνημμέναι ψηφίζονται ἀρχόμεναι ἀπὸ τοῦ καιροῦ τῆς γνώσεως, ἐν ᾧ τις ἔγνω ἑαυτὸν δεδόσθαι.
且这五十天按连续计算,自其得知自己被指定的时间起算。
Χρὴ δὲ μιᾷ μαρτύρασθαι §27.1.13.10πρὸ βήματος ἢ ἄλλως ἐπὶ ὑπομνημάτων· δύναται δὲ καὶ βιβλίδια ἐπιδοῦναι χαμᾶθεν, ὡς οἱ αὐτοί φασιν αὐτοκράτορες.
而应当一并做出陈述,在法庭前或通过其他方式记录在案;正如同样的皇帝们所说,也可以在庭下呈交请愿书。
Ταῦτα περὶ τῶν φυλάσσειν §27.1.13.11τὴν προθεσμίαν ὀφειλόντων· περὶ δὲ τῶν μὴ ὑποκειμένων ταῖς προθεσμίαις φέρε σκεψώμεθα.
以上是关于应当遵守期限之人的规定;对于不受这些期限限制的人,让我们来探讨一下。
§27.1.13.12Οἱ γὰρ παρανόμως δοθέντες ἐπίτροποι, τοῦτ᾽ ἔστιν ἢ ὑφ᾽ ὧν μὴ ἐχρῆν, ἢ οὗτοι οὓς μὴ ἐχρῆν, ἢ οἷς μὴ ἐχρῆν, ἢ ὃν μὴ ἐχρῆν τρόπον, ἐὰν μήτε βεβαιωθῶσιν μήτε ἐφάψωνται τοῦ χειρισμοῦ, εἰσὶν ἀνεύθυνοι, οὐδὲ προοίσει τις αὐτοῖς ὃτι τὰς προθεσμίας οὐκ ἐτήρήσαν τῶν παραιτήσεων· οὐδὲ γὰρ ἔχουσιν παραιτήσεως ἀνάγκην, ὡς δείκνυται ἐκ τῶν ὑποτεταγμένων διατάξεων, ἃς παραδείγματος χάριν ὑπέταξα, ἐφαρμόζοιντο δὲ ἂν πᾶσιν.
因为不法指定的监护人,即由不应指定的人所指定、或指定了不应指定的人、或针对不应指定的人、或以不应采用的方式指定的,如果他们既未获得确认也未着手管理,便无须承担责任,任何人也不能以他们未遵守申请免除的期限而指控他们;因为他们甚至没有申请免除的必要,这从以下附上的宪令中可以看出,我将其附上作为例子,但它们应当适用于所有人。
'Diui Seuerus et Antoninus Augusti Narcisso.
“神圣的塞维鲁与安东尼努斯奥古斯都致纳尔基苏斯。
Ab auo materno tutor datus necesse non habuisti excusari, cum ipso iure non teneris: si igitur administrationi te non miscuisti, potes esse securus'.
你由外祖父指定为监护人,本无必要申请免除,因为你在法律上自然不受约束:因此,如果你未参与管理,便可安心。
ὁμοίως δὲ καὶ ἐὰν τὸν μὴ ὑποκείμενον τῇ δικαιοδοσίᾳ χειροτονήσωσιν οἱ ἄρχοντες ἐπίτροπον ἢ κουράτορα, οὐδὲ οὗτος ἀνάγκην ἔχει παραφυλάσσειν τὰς προθεσμίας, οἷον τὸν μήτε πολίτην μήτε ἰνκόλαν.
” 同样,如果地方官指派了不属于其管辖范围的人担任监护人或保佐人,此人也无须遵守期限,例如既非市民也非居民的人。