§1.12Πρὸς τούτοις ἕφασκες, ὅτι ὁ Δανιὴλ ὑπὸ μὲν τῆς Γραφῆς ταύτης λέγεται Πνεύματι ληφθεὶς ἐκβεβοηκέναι, ὡς ἀδίκως ἡ ἀπόφασις ἔχοι (72), ἡ δὲ φερομένη ὁμολογουμένως ὑπʼ αὐτοῦ Γραφὴ ἄλλῳ τρόπῳ περιέχει αὐτὸν προφητεύοντα, τουτέστιν ὁράμασι, καὶ ὀνείροις, καὶ ἀγγέλου ἐπιφανείᾳ· οὐδαμοῦ δὲ ἐπιπνοίᾳ προφητικῇ.
对此,你还声声称,在这部圣经中,据说但以理被圣灵充满,大声呼喊判决是不公的 (72);而公认为他所传下来的圣经,则记载了他以另一种方式进行预言,即通过异象、梦境和天使的显现,但绝非通过先知的灵感。
Σὺ δέ μοι ἔοικας μὴ πάνυ τετηρηκέναι τὸ, « Πολυμερῶς καὶ πολυτρόπως πάλαι τὸν Θεὸν λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,» οὐ μόνον ἐν τοῖς πᾶσιν, ἀλλὰ καὶ ἐν τοῖς καθʼ ἕνα.
但在我看来,你似乎没有充分注意到那句话:“上帝既在古时藉着众先知多次多方地晓谕列祖,”这不仅是对所有人而言,也是对每一个人而言。
Παρατηρήσας δὲ εὑρήσεις τοῖς αὐτοῖς ἁγίοις καὶ ἐνύπνια γενόμενα θεῖα καὶ ἐπιφανείας ἀγγελικὰς, καὶ ἐπιπνοίας.
如果你加以留意,就会发现同样的圣徒们既经历过神圣的梦境、天使的显现,也经历过灵感。
Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος μαρτυρίαις χρήσασθαι τοῖς περὶ τοῦ Ἰακὼβ (73) γεγραμμένοις· ὅς περὶ μὲν θείων ἐνυπνίων τοιαῦτα διηγεῖται· « Καὶ ἐγένετο, ἡνίκα ἐνεκίσσων τὰ πρόβατα (74), καὶ εἶδον ἐν τοῖς ὀφθαλμοῖς μου αὐτὰ ἐν ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι, καὶ ποικίλοι, καὶ σποδοειδεῖς ῥαντοί.
目前,只需使用关于雅各 (73) 的记载作为见证便已足够;关于神圣的梦境,他这样叙述道:“及至羊群受胎 (74) 的时候,我在梦中举目观看,见跳母羊的公山羊和公羊都是有白斑的、有花斑的、有灰斑的。
Καὶ εἶπέ μοι ὁ ἅνγελος τοῦ Θεοῦ καθʼ ὕπνον· Ἰακώβ.
上帝的使者在梦中对我说:‘雅各。
Ἐγὼ δὲ εἶπον· Τί ἐστι;
’我说:‘我在这里。
καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἵδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ.
’他说:‘你举目观看,跳母羊的公山羊和公羊都是有白斑的、有花斑的、有灰斑的;因为凡拉班向你所行的,我都看见了。
Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὕξω μοι ἐκεῖ εὐχήν.
我是你在上帝之所显现给你的上帝,你在那里用油浇过柱子,向我许过愿。
Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γεννήσεώς σου.
现今你起来,离开这地,回你本地去吧。
» Περὶ δὲ ἐπιφανείας ὕπαρ κρείττονος, ταῦτα περὶ αὐτοῦ εἵρηται· «῾Υπελείφθη δὲ Ἰακὼβ μόνος·
’”而关于清醒时更优胜的显现,则有关于他的如下记载:“只剩下雅各一人。
καὶ ἐπάλαιεν ἅνθρωπος μετʼ αὐτοῦ ἕως πρωΐ.
有一个人来和他摔跤,直到黎明。
Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ, καὶ εἶπεν αὐτῷ·
那人见自己胜不过他,就摸了他的大腿窝一下;雅各的大腿窝正在和那人摔跤的时候就扭伤了。
Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὅρθρος.
那人说:‘天亮了,容我去吧!
Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.
’雅各说:‘你不给我祝福,我就不容你去。
Εἶπε δὲ αὐτῷ· Τί τὸ ὅνομά σου;
’那人说:‘你名叫什么?
Ὁ δὲ εἶπεν· Ἰακώβ·
’他说:‘我叫雅各。
εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται ἔτι τὸ ὅνομά σου Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἕσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν·
’那人说:‘你的名字不要再叫雅各,要叫以色列;因为你与上帝与人较力,都得了胜。
Ἀνάγγειλόν μοι τὸ ὅνομά σου·
’雅各问他说:‘请把你的名字告诉我。
καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾶς τὸ ὄνομά μου;
’那人说:‘何必问我的名字?
Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ.
’于是在那里给雅各祝福。
Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὅνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἕσώθη μου ἡ ψυχή.
雅各便给那地方起名叫毗努伊勒(意即“上帝之面”),说:‘我面对面见了上帝,我的性命仍得保全。
Ἀνέτειλε δὲ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ.
’他刚走过毗努伊勒,太阳就升起来了。
Ὅτι δὲ καὶ ἐξ ἐπιπνοίας προφητεύει, δῆλον ἐκ τούτων· « Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀποβήσεται ὑμῖν ἐπʼ ἐσχάτων τῶν ἡμερῶν·
”而他同样凭灵感进行预言,这从以下经文便可看出:“雅各叫了他的儿子们来,说:‘你们都聚集在一起,我好把你们日后必遭遇的事告诉你们。
ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ἰακὼβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν· Ῥουβὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης·
雅各的儿子们,你们要聚集听,要听你们父亲以色列的话:流便哪,你是我的长子,是我的力量,我的强壮之始,本当大有尊荣,权力超众。
ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέδης.
你放纵如水,必不得居首位;因为你上了你父亲的床,污秽了我的榻,你上去了。
» Ὁμοίως δὲ καὶ πρὸς τοὺς λοιποὺς αἱ εὐλογίαι προφητεῖαι οὖσαι ἐξ ἐπιπνοίας εἵρηνται.
’”同样,对其他儿子的祝福,作为预言,也是凭灵感说出的。
Οὐδὲν τοίνυν θαυμαστὸν καὶ τὸν Δανιὴλ, ὁτὲ μὲν ἐξ ἐπιπνοίας λελαληκέναι (75) τὸν κατὰ τῶν πρεσβυτέρων ἕλεγχον, ὁτὲ δὲ ἐνυπνίοις, ὡς καὶ σὺ φὴς, ἢ ὁράσει τε, καὶ ἅλλοτε γεγονέναι αὐτῷ ἀγγέλου ἐπιφάνειαν.
因此,如果但以理也同样,有时凭灵感说出对长老们的谴责 (75),有时如你所说,通过梦境或异象,而在其他时候经历天使的显现,这并没有什么可奇怪的。