Humanitext Reader

俄利根 · 致阿非利加努斯书信 §1.13

苏珊娜审问与所罗门审判的比较

第 6 段,共 8 段 · 希腊语

内容简介

奥利金引用了阿非利加努斯对《苏珊娜传》中文字游戏的嘲讽,并通过对比所罗门对两个妓女的著名审判来进行反驳。他论证道,在这两个案例中,通过当事人之口直接引出证言并揭露矛盾,是彰显上帝智慧不可或缺的过程。

§1.13Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας·
的确,你的其他疑问在我看来说得有些不够庄重,没有保持你所应当具有的敬虔。
οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ σοῦ γεγραμμένον οὕτως· « Ἔπειτα μετὰ (76) τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μἴμος·
但把你所写的原话照样列出来也并非坏事,内容如下:“随后,(76) 在以如此奇妙的方式说出那番话之后,他以一种极奇特的方式当面驳倒了他们,甚至连丑角菲利斯蒂翁也比不上。
οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλʼ ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο αὐτὴν μοιχωμένην.
因为仅凭圣灵的斥责还不够,他把他们两人单独分开,询问在何处看见她行淫。
Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἕφασκεν, ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἅγγελον· τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ.
当一人说是‘在冬青树下’时,他便回答说天使会劈开(锯开)他;而对另一个说‘在乳香黄连木下’的人,他同样威胁要将他劈开。
» Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος μίμῳ. Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις·
” 现在是时候把《列王纪三》(《列王纪上》)中所记载的另一个非常相似的事件,也就是你自己也会承认是真实记录的事件,与菲利斯蒂翁的丑角剧进行对比了。
« Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.
《列王纪》的文词如下:“一日,有两个妓女来,站在王面前。
Καὶ εἶπεν ἡ γυνὴ μία· Ἐν ἐμοὶ, κύριέ μου.
一个女人说:‘我主啊,我和这女人同住一房。
Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἵκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἵκῳ.
她在房中生子的时候,我也在。
Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ γυνὴ αὕτη.
我生子后第三日,这女人也生了子。
Καὶ ἡμεῖς κατὰ τὸ αὐτό. Οὐκ ἔστιν οὐδὲ εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἵκῳ.
我们同在一处,除了我们二人之外,房中再没有别人。
Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν.
夜间这女人睡着的时候,压死了她的儿子。
Καὶ ἀνέστη μέσης τῆς νυκτός· καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου· καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα ἐκοίμισεν ἐν τῷ κόλπῳʼ μου.
她半夜起来,趁婢女睡着,从我旁边把我的儿子抱去,放在她怀里,将她的死儿子放在我怀里。
Καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς.
天要亮的时候,我起来要给我的儿子吃奶,发现他死了。
Καὶ ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὅν ἕτεκον.
及至天亮,我细细地察看,发现他并不是我所生的儿子。
Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· Οὐχί· ἀλλ᾿ ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν.
’那一个女人说:‘不然,活的是我的儿子,死的是你的儿子。
Ἡ δὲ. ἄλλη καὶ αὐτὴ ἔλεγεν· Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς.
’这一个说:‘不然,死的是你的儿子,活的是我的儿子。
Καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς·
’她们在王面前如此争辩。
Σὺ λέγεις· Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς.
王说:‘这一个说:“活的是我的儿子,死的是你的儿子。
Καὶ σὺ λέγεις Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς.
”那一个说:“不然,死的是你的儿子,活的是我的儿子。
Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι μάχαιραν.
”’就吩咐说:‘拿刀来!
Καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.
’人就拿刀来放在王面前。
Καὶ εἶπεν ὁ βασιλεύς· Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ.
王说:‘将活孩子劈成两半,一半给这个,一半给那个。
Καὶ ἀπεκρίθη ἡ γυνὴ ἦς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· Ἐν ἐμοὶ, Κύριε· δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό.
’活孩子的母亲为自己的儿子心里急痛,就哀求王说:‘我主啊,将活孩子给那女人吧,万不可杀他!
Καὶ αὕτη εἶπε· Μήτε ἐμοὶ, μήτε κὺτῇ ἕστω· διέλετε.
’那女人却说:‘这孩子也不归我,也不归你,把他劈了吧!
Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, κσὶ εἶπε· Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη γὰρ μήτηρ αὐτοῦ.
’王回答说:‘将活孩子给那说“将活孩子给她,万不可杀他”的女人,她实在是孩子的母亲。
Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὅ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
’以色列众人听见王判的这案,就都敬畏王,因为见他心里有上帝的智慧,能行公义。
» Εἵπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι ἐχρῆν.
” 因为如果必须对教会中所承袭的事物进行嘲讽性的断定,那么更应当将这两个妓女的故事比作菲利斯蒂翁的丑角剧,而不是将贞洁的苏珊娜的故事作此对比。
Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ εἰπεῖν Σολομῶντα· « Δότε τῇδε τὸ ζῶν παιδίον· αὕτη γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ· » οὕτως οὐκ ἤρκει ἡ πρὸς τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ Δανιὴλ, μὴ προσπαραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου· εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνησάντων περὶ τοῦ τί δένδρον ἦν.
正如所罗门若仅仅说“把活孩子给这女人,因为她实在是他的母亲”还不足以使民众信服一样,但以理对长老们的斥责,若没有加上从他们自己口中得出的驳斥,也是不够的——他们虽然说看见她和那个年轻人同卧在某棵树下,却在是什么树的问题上互不一致。
Καὶ ἐπείπερ ὡς καταλαβὼν ἔφασκες ἐξ ἐπιπνοίας (77) τὸν Δανιὴλ κεκρικέναι τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες καὶ ταῦτα παραπλήσια δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν Δανιὴλ τῇ κρίσει τοῦ Σολομῶντος·
既然你仿佛明白似地声称但以理是凭着灵感 (77) 审判长老们的,或许是以这种方式驳倒他们,或许是以别的方式,那么也请注意这一点:在我看来,但以理的遭遇与所罗门的审判极其相似。
περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
关于所罗门,圣经见证说民众看见他心里有上帝的智慧能行公义。
Τοῦτο ἄν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ Δανιήῦλ· ὅτι φρονήσεως οὕσης ἐν αὐτῷ τοῦ ποιεῖν (78) δικαίωμα, τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων.
这同样可以指但以理:因为他心里有智慧能行 (78) 公义,所以才发生了关于长老们所记载的事。

词汇与语法注释

  1. §1.13μὴ προσπαραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου — 在该属格独立分词结构中,使用否定词 μή 而非 οὐ,表明该句具有假设或条件意味(“若未加上……的驳斥”)。
  2. §1.13τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων — 位于句末的名词短语,承接 ὅτι 引导的从句。在属格独立分词短语 φρονήσεως οὕσης... 之后,该中性复数名词短语作为主语,但其对应的谓语动词(如 ἐγράφη“被记录下来”或 ἐ记作“发生”)被省略,需在阅读时予以补全。

引用这一段

俄利根, 致阿非利加努斯书信 §1.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg045.humanitext-grc1:1.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。