Humanitext Reader

俄利根 · 致阿非利加努斯书信 §1.11

犹太领袖对经文的隐瞒与正典外传统

第 4 段,共 8 段 · 希腊语

内容简介

奥利金论证道,苏珊娜的故事之所以未包含在希伯来语圣经中,是因为当时的领袖故意删除了对其不利的指控,并以以赛亚的殉道以及耶稣、斯蒂芬和保罗的谴责为例,说明真实的史实可能保存在正典之外。

§1.11Ἀλλʼ εἰκὸς πρὸς ταῦτά σε ζητήσειν (57) τί δήποτε οὐ φέρεται παρʼ αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι.
但是,针对这些,如果正如你所说,他们的贤者传下了关于该故事的此类传统,那么你很可能会问 (57) 为什么这一故事在他们的《但以理书》中没有被记载。
Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρχόντων, καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις.
对此应当说,凡是含有对长老、官长和审判官指控的内容,只要他们能够办到,就都从百姓的知识中删除了,其中有些内容保存在外典之中。
Καὶ τούτου παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορούμενα. καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρτυρούμενα, ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμμένα· περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν· « Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.
我们可以举出关于以赛亚的记载作为例子,虽然这些内容并未写在任何公开的书册中,却得到了《希伯来书》的证实;因为《希伯来书》的作者在论述先知们及其遭遇时说:“他们被石头打死,被锯锯死,被刀杀害。
» Πευσόμεθα (58) γὰρ ἐπὶ τίνα ἀναφέρηται τὸ, « ἐπρίσθησαν, » κατὰ τι ἕθος ἀρχαῖον οὐ μόνον Ἑβραῖκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς λεγόμενον περὶ ἑνός.
”因为我们将探问 (58) “被锯锯死”这一按照不仅是希伯来、也是希腊的某种古老习惯,以复数形式指代单人所说的话,究竟是指向谁。
Σαφὲς δʼ ὅτι (59) αἱ παραδόσεις λέγουσι πεπρίσθαι Ἡσαΐαν (60) τὸν προφήτην· καὶ ἕν τινι ἀποκρύφῳ τοῦτο φέρεται· ὅπερ τάχα ἐπίτηδες ὑπὸ Ἰουδαίων ῥερᾳδιούργηται, λέξεις τινὰς τὰς μὴ πρεπούσας παρεμβεβληκότων τῇ γραφῇ, ἵνʼ ἡ ὅλη ἀπιστηθῇ (61) ἀλλʼ εἰκός τινα, θλιβόμενον ἀπὸ τῆς εἰς ταῦτα ἀποδείξεως, συγχρήσασθαι τῷ βουλήματι (62) τῶν ἀθετούντων τὴν Ἐπιστολὴν, ὡς οὺ Παύλῳ γεγραμμένην· πρὸς ὅν ἅλλων λόγων κατʼ ἰδίαν χρῄζομεν εἰς ἀπόδειξιν τοῦ εἷναι Παύλου τὴν ἐπιστολήν.
显然 (59),传统说法认为先知以赛亚 (60) 被锯锯死;这在一本外典中也有所记载,这或许是犹太人故意篡改的,他们在该经卷中掺入了一些不体面的词句,好让整部著作不被信任 (61)。 但是,被这些证明所逼迫的人,很可能会利用 (62) 那些废弃该书信、认为它不是由保罗所写的人的意图;对于这样的人,我们还需要在私底下用其他的论证来证明该书信确为保罗所写。
Παραθήσομαι οὖν ἐπὶ τοῦ παρόντος ἀπὸ τοῦ Εὐαγγελίου τὰ ὑπὸ Ἰησοῦ Χριστοῦ περὶ τῶν προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπʼ αὐτοῦ μὲν λεγομένην, ἐν δὲ ταῖς παλαιαῖς Γραφαῖς μὴ φερομένην, ἐπεὶ καὶ αὐτὴ κατηγορίαν περιέχει τῶν ἀνόμων ἐν τῷ Ἰσραὴλ κριτῶν ἕχει δὲ οὕτως ἡ ὑπὸ τοῦ Σωτῆρος εἰρημένη λέξις. « Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα (63) τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἄν ἧμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
因此,目前我将从福音书中引述耶稣基督关于先知们的见证,以及他所说、但在旧有圣经中未曾记载的一段史实,因为这同样包含着对以色列不法审判官的控诉;救世主所说的话是这样的:“你们这伪善的书吏和法利赛人有祸了! 因为你们建造先知的坟墓,装饰 (63) 义人的纪念碑,并且说:‘如果我们生活在我们祖先的时代,我们绝不会在流先知的血上与他们同流合污。
Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοὶ ἐστὲ τῶν φονευσάντων τοὺς προφήτας.
’这样,你们就对自己作证,你们是杀害先知之人的子孙。
Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
你们也去充满你们祖先的量器吧!
Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεἐννης;
蛇啊,毒蛇的子孙啊,你们怎能逃脱地狱的审判呢?
Διὰ τοῦτο ἰδοὺ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς.
因此,看哪,我差遣先知、智慧人和书吏到你们这里来。
Ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὅν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
其中有些你们要杀害,要钉十字架;有些你们要在你们的会堂里鞭打,从这城追逼到那城,使得地上的所有义人流出的血,都归到你们身上,从义人亚伯的血起,直到你们在圣殿和祭坛之间所杀的巴拉加的儿子撒迦利亚的血为止。
Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
我实在告诉你们,这一切事都要落在这个世代。
» Καὶ τὸ ἐξῆς δὲ τούτων, οὐκ ἀπᾴδει τῶν προκειμένων οὕτως ἕχον· Ἰερουσαλὴμ, Ἰερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν·
”接下来的一段也与前文所呈明的内容相符,它是这样的:“耶路撒冷,耶路撒冷,你常杀害先知,又用石头砸死那奉差遣到你这里来的。
ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὅν τρόπον ὄρνις συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε·
我多次想要聚集你的儿女,好像母鸡把小鸡聚集在翅膀底下,可是你们不愿意!
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἕρημος.
看哪,你们的家要留给你们,成为荒场。
» Καὶ ἵδωμέν γε εἰ μὴ λεκτέον, ἐν τούτοις, τὸν μὲν Σωτῆρα ἀληθεύειν, οὐχ εὑρίσκεσθαι δὲ τὰς Γραφὰς, ὅσαι δηλοῦσι τὰ ὑπὸ τοῦ Σωτῆρος ἱστορούμενα· οἱ γὰρ οἰκοδομοῦντες τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμοῦντες τὰ μνημεῖα τῶν δικαίων, καταγνόντες τῶν ὑπὸ τῶν πρεσβυτέρων εἰς ἐπὶ πολλοῖς (67), καὶ ταῦτα λέγει· « Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν, καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε;
”让我们看看是否应当说,在这些事上,救世主确实说的是真话,但那些表明救世主所叙述史实的圣经卷册却无处可寻;因为那些建造先知的坟墓、装饰义人的纪念碑、谴责长老们对……所行之事的人,在许多事上, (67) 并说:“你们的祖先有哪一个先知没有迫害过呢? 他们杀害了那些预言那义者将要到来的人,而现在你们成了那义者的出卖者和凶手。
» Ἀληθεύειν μὲν γὰρ τὸν Στέφανον πᾶς ὁστισοῦν τῶν προσιεμένων τὰς Πράξεις τῶν ἀποστόλων ὁμολογήσει ἀποδεῖξαι δὲ καὶ ἀπὸ τῆς παλαιᾶς Διαθήκης, πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν, οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς Καινῆς (68) Διαθήκης·
”因为任何接受《使徒行传》的人都会承认斯蒂芬说的是真话;但若要从旧约中也证明,他谴责那些不信耶稣之人的祖先迫害并杀害先知是如何合情合理,这从目前传下来的新 (68) 约书卷中是不可能的。
καὶ ὁ Παῦλος ἐν τῇ προτέρᾳ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς ταῦτα περὶ Ἰουδαίων μαρτυρῶν φησίν· « ῾ Υμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶνὲν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ·
保罗在《帖撒罗尼迦前书》中对犹太人作证时也这样说:“因为你们效法了犹大在基督耶稣里上帝的各教会;因为你们也从自己同胞 (69) 那里受了同样的苦,正如他们从犹太人那里受苦一样。
ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων (69) συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων (70), καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσι.
那些犹太人杀害了主耶稣和先知,又把我们驱逐出去 (70),他们不取悦于上帝,且与众人敌对,阻止我们向外邦人传讲以使他们得救。
» Καὶ οἶμαι δὲ ἀποδεδειχέναι ἐν τοῖς προκειμένοις, ὅτι οὐδὲν ἄτοπόν (71) ἐστι, γεγονέναι μὲν τὴν ἱστορίαν, καὶ τὴν μετὰ πολλῆς ἀκολασίας ὠμότητα τετολμῆσθαι τοῖς τότε πρεσβυτέροις κατὰ τῆς Σωσάννης, καὶ γεγράφθαι μὲν προνοίᾳ τοῦ Πνεύματος, ὑπεξαιρεῖσθαι δὲ, ὡς ἂν εἵποι τὸ Πνεῦμα, ὑπὸ τῶν ἀρχόντων Σοδόμων.
”我认为在前文中已经证明,以下说法并无任何荒谬 (71) 之处:该故事确实发生过,当时的长老对苏珊娜犯下了极其放荡的残虐行径,并且这本是由圣灵的护佑写下的,但正如圣灵所会说的,已被所多玛的官长所删除。

词汇与语法注释

  1. §1.11ζητήσειν — 跟随非人称形容词 εἰκός 的带格不定式结构。此处使用将来时不定式,用于预判可能出现的主张或反驳。
  2. §1.11πεπρίσθαι — 带格不定式从句。在 σαφές (ἐστιν) 之后,未采用标准的 ὅτι 从句,而是使用不定式结构(Ἡσαΐαν πεπρίσθαι),其中的 ὅτι 起副词作用或引导间接陈述。
  3. §1.11τῆς Καινῆς — 文本混淆或语境不一致。紧接在前文的“从旧约证明”(ἀποδεῖξαι... ἀπὸ τῆς παλαιᾶς Διαθήκης)之后,文本却写着“从现行的《新约》(τῆς Καινῆς Διαθήκης)中是不可能的”。按语境,此处应指“现行的《旧约》(τῆς παλαιᾶς Διαθήκης)”。

引用这一段

俄利根, 致阿非利加努斯书信 §1.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg045.humanitext-grc1:1.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。