§6Ταῦτα μὲν οὐν δηλοῖ ὅτι οὐκ ἔστιν ψευδῆ τὰ καὶ ὅτι Σαμουήλ ἐστιν ὁ ἀναβεβηκώς· τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε;
因此,这些表明那些事并非虚假,并且升上来的确是撒母耳;那么女巫在这里做什么呢?
τί ποιεῖ ἐγγαστρίμυθς περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου;
在招回义人灵魂一事上,女巫在做什么呢?
ἐκεῖνος ἔφυγεν ὁ τὸν πρῶτον λόγον εἰπών ἵνα γὰρ] μὴ ἀγῶνα ἔχειν δοκῇ κατὰ τοσαῦτα ἄλλα τὰ κατὰ τὸν τόπον ζητούμενα) καὶ λέγει· οὐκ ἔστι Σαμουήλ, | | ψεύδεται τὸ δαιμόνιον, ἐπεὶ οὐ δύναται ψεύδεσθαι ἡ γραφή.
那个发表第一种论点的人逃避了(因为他不想显得是在与该章节中所探讨的其他如此之多的问题作对),并且说道:“那不是撒母耳,魔鬼在撒谎,因为圣经是不可能撒谎的。
τὰ δὲ ῥήματα τῆς γραφῆς ἐστιν] οὐκ ἐ)στιν ἐκ προσώπου τοῦ δαιμονίου αὐτοῦ], ἀλλ’ ἐκ προσώπου αὐτῆς· »καὶ εἶδεν ἡ τὸν τὸν Σαμουήλ«, »εἶπεν Σαοὺλ«. . . . . . . . . . . . . . . . . . . . . . . τὰ λελαλημένα ἀπὸ τοῦ Σαμουήλ.
”但是圣经的话语不是出自魔鬼自身的口吻,而是出自圣经自己的口吻:“妇人看见了撒母耳”,“扫罗说”……那些由撒母耳所说的话。
πῶς οὖν λυόμενα τὰ τῆς ἐγγαστριμύθου φανεῖται τὰ κατὰ τὸν τόπον;
那么,关于女巫以及该章节中的问题将如何显出其解决之道呢?
πυνθάνομαι τοῦ προειρηκότος τὰ πρότερα Σαμουὴλ ἐν ᾅδου;
我向先前说过那些话的人提问(“撒母耳在阴间吗?
καὶ τὰ ἑξῆς) καὶ ἀποκρινάσθω πρὸς τὸ ἐπηρωτημένον· τίς μείζων, Σαμουὴλ ἢ Ἰησοῦς ὁ Χριστός;
”等等),并让其回答所问的问题:谁更伟大,是撒母耳还是耶稣基督?
τίς μείζων, οἱ προφῆται ἢ Ἰησοῦς ὁ Χριστός;
谁更伟大,是先知们还是耶稣基督?
τίς μείζων, Ἀβραὰμ ἢ Ἰησοῦς ὁ Χριστός;
谁更伟大,是亚伯拉罕还是耶稣基督?
ἐνθάδε μὲν οὐ τολμήσει τις τῶν ἅπαξ φθασάντων τὸν κύριον εἰδέναι Ἰησοῦν Χριστὸν τὸν ὑπὸ τῶν προφητῶν προκηρυχθέντα εἶναι] εἰπεῖν ὅτι μείζων οὐκ ἔστιν ὁ Χριστὸς τῶν προφητῶν.
关于这一点,在那些曾经得以认识由先知们预言的主耶稣基督的人当中,绝不敢有人说基督不比先知伟大。
ὅταν οὖν ὁμολογήσῃς ὅτι Ἰησοῦς Χριστὸς μείζων ἐστίν, Χριστὸς έν ᾅδου, ἢ οὐ γέγονεν ἐκεῖ;
因此,当你承认耶稣基督更伟大时——基督曾在阴间吗,还是他没有去那里?
οὐκ ἐ)στιν ἀληθὲς τὸ εἰρημένον ἐν Ψαλμοῖς, ἑρμηνευθὲν ὑπὸ τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν αὐτῶν περὶ τοῦ τὸν σωτῆρα εἰς ᾅδου καταβεβηκέναι;
在诗篇中所说、并由使徒们在《使徒行传》中就救主降入阴间所作的释义,难道不是真实的吗?
γέγραπται ὅτι ἐπ’ αὐτὸν φέρεται τὸ έν πεντεκαιδεκάτῳ Ψαλμῷ· »ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«.
因为经上记着,第十五篇诗篇中的话是指着他说的:“因为你必不将我的灵魂撇在阴间,也不叫你的圣者见朽坏。
εἶτα Ἰησοῦς μὲν Χριστὸς ἐν ᾅδου.
”那么,耶稣基督确实曾在阴间。
φοβῇ δὲ εἰπεῖν ὅτι ναὶ καὶ ἐκεῖ προφητεῦσαι καταβαίνει καὶ ἔρχεσθαι πρὸς τὰς ψυχὰς τὰς ἑτέρας;
那你还害怕说,是的,他也降到那里去预言,并来到其他灵魂那里吗?
εἶτα μετὰ τοῦτο ἐὰν ἀποκρίνηται ὅτι Χριστὸς εἰς ᾅδου καταβέβηκεν, ἐρῶ· Χριστὸς εἰς ᾅδου καταβέβηκεν τί ποιήσων;
在这之后,如果他回答说基督降入了阴间,我会说:基督降入阴间是要做什么?
νικήσων ἢ νικηθησόμενος ὑπὸ τοῦ θανάτου;
是要得胜,还是要被死亡所征服?
καὶ κατελήλυθεν εἰς τὰ χωρία ἐκεῖνα οὐχ ὡς δοῦλος τῶν ἐκεῖ, ἀλλ’ ὡς δεσπότης παλαίσων, ὡς πρώην ἐλέγομεν ἐξηγούμενοι τὸν κα Ψαλμόν. »περιεκύκληωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με·
而且他降到那些地方,不是作为那里之人的奴隶,而是作为要进行搏斗的主宰,正如我们先前在解释第二十一篇诗篇时所说:“许多公牛围绕我,肥壮的公牛将我四面困住。
ἤνοιξαν ἐπ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
它们向我张口,好像抓撕吼叫的狮子。
διεσκορπίσθησαν τὰ ὀστᾶ μου«.
我的骨头都脱了节。
μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι γὰρ αὐτῶν εἰρημένων εἰς τὸν κα Ψαλμόν.
”我们还记得,如果我们真的还记得圣经的话;因为我记得这些话是在第二十一篇诗篇中说过的。
οὐκοῦν ὁ σωτὴρ κατελήλυθεν σώσων·
那么,救主降下是为了拯救。
κατελήλυθεν ἐκεῖ προκηρυχθεὶς ὑπὸ τῶν προφητῶν ἢ οὔ;
他降到那里,是有先知们预先宣告,还是没有呢?
ἀλλ’ ἐνθάδε μὲν προεκηρύχθη ὑπὸ τῶν προφητῶν, ἀλλαχοῦ δὲ κατέρχεται οὐ διὰ προφητῶν;
还是说,他在这一边确实由先知们预先宣告,而在另一处降下时却不通过先知呢?
καὶ Μωσῆς αὐτὸν κηρύσσει ἐπιδημήσοντα τῷ γένει τῶν ἀνθρώπων, ὥστε λέγεσθαι καλῶς ὑπὸ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν· »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
摩西也宣告他将要降临人间,正如我们的主和救主所说的那样好:“如果你们相信摩西,你们就会相信我;因为他写过关于我的事。
εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσητε;
但如果你们不信他的书,怎能信我的话呢?
« καὶ ἐπιδεδήμηκεν τούτῳ τῷ βίῳ Χριστὸς καὶ προκηρύσσεται Χριστὸς ἐπιδημῶν τούτῳ τῷ βίῳ.
”而基督已经降临此世,并且基督作为降临此世者已被预先宣告。
εἰ δὲ Μωσῆς προφητεύει αὐτὸν ἐνθάδε, οὐ θέλεις αὐτὸν κἀκεῖ καταβεβηκέναι, ἵνα προφητεύσῃ Χριστὸν ἐλεύσεσθαι;
如果摩西在这里预言他,你难道不希望他也降到那里去,以便预言基督将会来临吗?
τί δέ;
那又怎样呢?
Μωσῆς μέν, οἱ δὲ ἑξῆς προφῆται οὐχί;
摩西是这样,后来的先知们就不是吗?
Σαμουὴλ δὲ οὐχί;
撒母耳就不是吗?
τί ἄτοπόν ἐστι τοὺς ἰατροὺς καταβαίνειν πρὸς τοὺς κακῶς ἔχοντας;
医生们降到患病的人那里去,有什么荒谬的呢?
τί δὲ ἄτοπόν ἐστιν ἵνα καὶ ὁ ἀρχίατρος καταβῇ πρὸς τοὺς κακῶς ἔχοντας;
大医生也降到患病的人那里去,又有什么荒谬的呢?
ἐκεῖνοι μὲν ἰατροὶ ἦσαν πολλοί ὁ δὲ κύριός μου καὶ σωτὴρ ἀρχίατρός ἐστι·
那些人确实是众多的医生;但我的主和救主是大医生。
καὶ γὰρ τὴν | | ἔνδον ἐπιθυμίαν, ἣ οὐ δύναται ὑπὸ ἄλλων θεραπευθῆναι, αὐτὸς θεραπεύει· ἥτις »οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι((τῶν ἰατρῶν, Χριστὸς Ἰησοῦς αὐτὴν θεραπεύει.
因为甚至连那无法被他人医治的内心欲望,也是他亲自医治;那“无法被任何医生医治”的,耶稣基督医治了它。
μὴ φοβοῦ, μὴ θαμβοῦ· Ἰησοῦς εἰς ᾅδου γέγονεν, καὶ οἱ προφῆται πρὸ αὐτοῦ, καὶ προκηρύσσουσι τοῦ Χριστοῦ τὴν ἐπιδημίαν.
不要害怕,不要惊奇:耶稣曾去过阴间,先知们在他之前也去过,并且他们预先宣告基督的降临。