§5ἀλλ’ ὁ λόγος ἔτι ἐξετάζεται.
但该论点仍在受检验中。
Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον.
我说,无论是这叙事还是关于它的检验都是必要的,以便我们能知道在离世之后有什么在等待着我们。
»λελάληκεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ«.
‘[主]已借我的手说了话,主必从你手中夺去国度,赐给你的同伴大卫。
δαιμόνιον δὲ οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ τοῦ κυρίου χειροτονηθεῖσαν.
’而魔鬼无法知道那由主所任命的大卫的国度。
»καθότι οὐκ ἤκουσας τὴν φωνὴν τοῦ κυρίου, οὐκ ἐποίησας ὀργὴν θυμοῦ αὐτοῦ ἐν Ἀμαλήκ«.
‘因为你没有听从耶和华的声音,没有在亚玛力人中执行他的烈怒。
ταῦτα οὐκ ἔστι ῥήματα θεοῦ;
’这些难道不是上帝的话吗?
οὐκ ἔστιν ἀληθῆ;
难道不是真实的吗?
ἀληθῶς γὰρ οὐκ ἐποίησεν τὸ θέλημα κυρίου Σαούλ, ἀλλὰ »περιεποιήσατο τὸν βασιλέα Ἀμαλὴκ ἐφ’ ᾡ καὶ πρὸ τῆς κοιμήσεως αὐτοῦ καὶ ἐπὶ τῆς ἐξόδου ὠνείδισεν Σαμουὴλ τῷ Σαούλ·
因为扫罗确实没有遵行主的旨意,反而‘放过了亚玛力人的王’,为此,撒母耳在自己长眠之前以及离世之时,都曾责备扫罗。
»καὶ διὰ τοῦτο τὸ ῥῆμα τοῦτο ἐποίησέν σοι κύριος ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ δώσει κύριος καίγε τὸν Ἰσραὴλ ἐν χειρὶ ἀλλοφύλων«.
‘因此,耶和华在今日向你行了这事;并且耶和华也必将以色列人交在非利士人的手里。
περὶ ὅλου λαοῦ θεοῦ δύναται δαιμόνιον προφητεῦσαι ὅτι κύριος μέλλει παραδιδόναι τὸν Ἰσραήλ;
’关于上帝的全体子民,魔鬼能够预言主将要把以色列人交出去吗?
»καίγε τὴν παρεμβολὴν Ἰσραὴλ παραδώσει κύριος αὐτὴν ἐν χειρὶ ἀλλοφύλων.
‘耶和华也必将以色列的军兵交在非利士人的手里。
τάχυνον δὲ Σαούλ· αὔριον καὶ σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«.
扫罗,你当快快行事;明日你和你儿子们必与我同在。
καὶ τοῦτο δύναται εἰδέναι δαιμόνιον, περὶ βασιλέα χειροτονηθέντα μετὰ προφητικοῦ, ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ;
’对于一位伴随着先知预言而被任命的国王,魔鬼能够知道这一点吗—— 即扫罗明天就要结束生命,而他的儿子们也必与他一同去?
»αὔριον σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«.
‘明日你和你儿子们必与我同在。 ’