← オリゲネス

口寄せ女について

§6

ハデスにおける預言者とサムエルの顕現

オリゲネスは、上ってきたのが悪霊の嘘ではなくサムエル本人であるという聖書の客観的叙述を支持し、キリストに先んじて預言者たちがハデスに下ってキリストの来臨を預言したことの正当性を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6

Ταῦτα μὲν οὐν δηλοῖ ὅτι οὐκ ἔστιν ψευδῆ τὰ καὶ ὅτι Σαμουήλ ἐστιν ὁ ἀναβεβηκώς· τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε; τί ποιεῖ ἐγγαστρίμυθος περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου; ἐκεῖνος ἔφυγεν ὁ τὸν πρῶτον λόγον εἰπών ἵνα γὰρ] μὴ ἀγῶνα ἔχειν δοκῇ κατὰ τοσαῦτα ἄλλα τὰ κατὰ τὸν τόπον ζητούμενα) καὶ λέγει· οὐκ ἔστι Σαμουήλ, | | ψεύδεται τὸ δαιμόνιον, ἐπεὶ οὐ δύναται ψεύδεσθαι ἡ γραφή. τὰ δὲ ῥήματα τῆς γραφῆς ἐστιν] οὐκ ἐ)στιν ἐκ προσώπου τοῦ δαιμονίου αὐτοῦ], ἀλλ’ ἐκ προσώπου αὐτῆς·1 »καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ«, »εἶπεν Σαοὺλ«....................... τὰ λελαλημένα ἀπὸ τοῦ Σαμουήλ. πῶς οὖν λυόμενα τὰ τῆς ἐγγαστριμύθου φανεῖται τὰ κατὰ τὸν τόπον; πυνθάνομαι τοῦ προειρηκότος τὰ πρότερα Σαμουὴλ ἐν ᾅδου; καὶ τὰ ἑξῆς) καὶ ἀποκρινάσθω πρὸς τὸ ἐπηρωτημένον· τίς μείζων, Σαμουὴλ ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, οἱ προφῆται ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, Ἀβραὰμ ἢ Ἰησοῦς ὁ Χριστός; ἐνθάδε μὲν οὐ τολμήσει τις τῶν ἅπαξ φθασάντων τὸν κύριον εἰδέναι2 Ἰησοῦν Χριστὸν τὸν ὑπὸ τῶν προφητῶν προκηρυχθέντα εἶναι] εἰπεῖν ὅτι μείζων οὐκ ἔστιν ὁ Χριστὸς τῶν προφητῶν. ὅταν οὖν ὁμολογήσῃς ὅτι Ἰησοῦς Χριστὸς μείζων ἐστίν, Χριστὸς έν ᾅδου, ἢ οὐ γέγονεν ἐκεῖ; οὐκ ἐ)στιν ἀληθὲς τὸ εἰρημένον ἐν Ψαλμοῖς, ἑρμηνευθὲν ὑπὸ τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν αὐτῶν περὶ τοῦ τὸν σωτῆρα εἰς ᾅδου καταβεβηκέναι; γέγραπται ὅτι ἐπ’ αὐτὸν φέρεται τὸ έν πεντεκαιδεκάτῳ Ψαλμῷ· »ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«. εἶτα Ἰησοῦς μὲν Χριστὸς ἐν ᾅδου. φοβῇ δὲ εἰπεῖν ὅτι ναὶ καὶ ἐκεῖ προφητεῦσαι καταβαίνει καὶ ἔρχεσθαι πρὸς τὰς ψυχὰς τὰς ἑτέρας; εἶτα μετὰ τοῦτο ἐὰν ἀποκρίνηται ὅτι Χριστὸς εἰς ᾅδου καταβέβηκεν, ἐρῶ· Χριστὸς εἰς ᾅδου καταβέβηκεν τί ποιήσων; νικήσων ἢ νικηθησόμενος ὑπὸ τοῦ θανάτου; καὶ κατελήλυθεν εἰς τὰ χωρία ἐκεῖνα οὐχ ὡς δοῦλος τῶν ἐκεῖ, ἀλλ’ ὡς δεσπότης παλαίσων, ὡς πρώην ἐλέγομεν ἐξηγούμενοι τὸν κα Ψαλμόν. »περιεκύκληωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. διεσκορπίσθησαν τὰ ὀστᾶ μου«. μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι γὰρ αὐτῶν εἰρημένων εἰς τὸν κα Ψαλμόν. οὐκοῦν ὁ σωτὴρ κατελήλυθεν σώσων· κατελήλυθεν ἐκεῖ προκηρυχθεὶς ὑπὸ τῶν προφητῶν ἢ οὔ; ἀλλ’ ἐνθάδε μὲν προεκηρύχθη ὑπὸ τῶν προφητῶν, ἀλλαχοῦ δὲ κατέρχεται οὐ διὰ προφητῶν; καὶ Μωσῆς αὐτὸν κηρύσσει ἐπιδημήσοντα τῷ γένει τῶν ἀνθρώπων, ὥστε λέγεσθαι καλῶς ὑπὸ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν· »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσητε;« καὶ ἐπιδεδήμηκεν τούτῳ τῷ βίῳ Χριστὸς καὶ προκηρύσσεται Χριστὸς ἐπιδημῶν τούτῳ τῷ βίῳ. εἰ δὲ Μωσῆς προφητεύει αὐτὸν ἐνθάδε, οὐ θέλεις αὐτὸν κἀκεῖ καταβεβηκέναι, ἵνα προφητεύσῃ3 Χριστὸν ἐλεύσεσθαι; τί δέ; Μωσῆς μέν, οἱ δὲ ἑξῆς προφῆται οὐχί; Σαμουὴλ δὲ οὐχί; τί ἄτοπόν ἐστι τοὺς ἰατροὺς καταβαίνειν πρὸς τοὺς κακῶς ἔχοντας; τί δὲ ἄτοπόν ἐστιν ἵνα καὶ ὁ ἀρχίατρος καταβῇ πρὸς τοὺς κακῶς ἔχοντας; ἐκεῖνοι μὲν ἰατροὶ ἦσαν πολλοί ὁ δὲ κύριός μου καὶ σωτὴρ ἀρχίατρός ἐστι· καὶ γὰρ τὴν | | ἔνδον ἐπιθυμίαν, ἣ οὐ δύναται ὑπὸ ἄλλων θεραπευθῆναι, αὐτὸς θεραπεύει· ἥτις »οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι((τῶν ἰατρῶν, Χριστὸς Ἰησοῦς αὐτὴν θεραπεύει. μὴ φοβοῦ, μὴ θαμβοῦ· Ἰησοῦς εἰς ᾅδου γέγονεν, καὶ οἱ προφῆται πρὸ αὐτοῦ, καὶ προκηρύσσουσι τοῦ Χριστοῦ τὴν ἐπιδημίαν.

これらは、[聖書に書かれた]それらのことが偽りではなく、上ってきたのがサムエルであることを示しています。では、口寄せの女はここで何をしているのでしょうか。義人の魂を呼び出すことに関して、口寄せの女は何をしているのでしょうか。最初の議論を述べたあの者は、(この箇所において探究される他の非常に多くの事柄に対して論争をするように見えないようにするために)逃げ去り、こう言っています。「それはサムエルではない、悪霊が嘘をついているのだ。なぜなら聖書は嘘をつくはずがないからだ。」しかし、聖書の言葉は悪霊自身のペルソナ(語り口)からではなく、聖書自身のペルソナからのものです。「そして女はサムエルを見た」、「サウルは言った」……サムエルによって語られたこと。では、口寄せの女に関する事柄と、この箇所における問題は、どのように解決されて見えるようになるでしょうか。私は以前のことを述べた者(「サムエルはハデスにいるのか」など)に尋ねます。そして尋ねられたことに答えなさい。サムエルと、キリスト・イエスとでは、どちらが偉大ですか。預言者たちと、キリスト・イエスとでは、どちらが偉大ですか。アブラハムと、キリスト・イエスとでは、どちらが偉大ですか。この点において、預言者たちによってあらかじめ宣べ伝えられた主イエス・キリストを知るに一度でも至った者のうち、キリストが預言者たちよりも偉大ではないと敢えて言う者は誰もいないでしょう。それゆえ、あなたがイエス・キリストは偉大であると告白するなら、キリストはハデスにおられたでしょうか、それともそこに行かれなかったでしょうか。詩篇において言われ、使徒たちによって彼らの『使徒言行録』の中で、救い主がハデスに下られたことについて解釈されたことは、真実ではないでしょうか。第十五詩篇にある次の言葉はキリストを指していると書かれています。「なぜなら、あなたは私の魂をハデスに見捨てず、あなたの聖なる者に滅びを見させないからである。」そうだとすれば、イエス・キリストは実際にハデスにおられたのです。それなら、彼がそこでも預言するために下り、他の魂たちのもとへと来られたと、そう言うことを恐れるのですか。その後に、もし彼がキリストはハデスに下られたと答えるなら、私はこう言います。キリストは何をするためにハデスに下られたのか。勝利するためか、それとも死によって征服されるためか。そして、彼はあそこの者たちの奴隷としてではなく、戦う支配者としてそれらの場所に下られたのです。それは、以前私たちが第二十一詩篇を解説した際に言った通りです。「多くの若い雄牛が私を囲み、肥えた雄牛が私を取り囲んだ。彼らは私に向かって口を開いた、獲物を裂き吼え猛る獅子のように。私の骨は散らされた。」私たちは聖なる聖書を覚えています(もし本当に覚えているならば)。私は、第二十一詩篇でそれらが言われているのを覚えているからです。それゆえ、救い主は救うために下られたのです。彼は、預言者たちによってあらかじめ宣べ伝えられてそこへ下られたのでしょうか、それともそうではないのでしょうか。あるいは、この世では預言者たちによってあらかじめ宣べ伝えられたのに、別の場所へは預言者たちを通さずに下るのでしょうか。モーセもまた、彼が人類のもとを訪れようとしていることを告げ知らせており、そのため私たちの主であり救い主によって、次のように適切に言われているのです。「もしあなた方がモーセを信じているなら、私を信じるはずだ。彼は私について書いたからである。しかし、もし彼の書いたものを信じないなら、どうして私の言葉を信じるだろうか。」そして、キリストはこの生涯を訪れ、この生涯を訪れる者としてキリストはあらかじめ宣べ伝えられています。もしモーセがこの世で彼について預言しているなら、あなたは、彼がそこへも下って、キリストが来られることを預言することを望まないのですか。それなら何ですか。モーセはそうであっても、その後の預言者たちはそうではないのですか。サムエルはそうではないのですか。医者たちが病んでいる者たちのもとへ下っていくことに、何の不都合があるでしょうか。また、大医者も病んでいる者たちのもとへ下ることに、何の不都合があるでしょうか。かの者たちは多くの医者でしたが、私の主であり救い主は大医者なのです。なぜなら、他者によっては癒やされ得ない内なる欲望さえも彼自身が癒やすからです。医者たちの「誰によっても癒やされ得なかった」ものを、キリスト・イエスが癒やしてくださるのです。恐れるな、驚くな。イエスはハデスに行かれたのであり、預言者たちも彼に先立ってそこに行き、キリストの来臨をあらかじめ宣べ伝えているのです。

構文注3 件
  1. 6τὰ δὲ ῥήματα τῆς γραφῆς ἐστιν] οὐκ ἐ)στιν ἐκ προσώπου τοῦ δαιμονίου αὐτοῦ], ἀλλ’ ἐκ προσώπου αὐτῆς

    テキストの校訂にかかわる箇所。括弧で囲まれた部分の異読(ἐστιν と οὐκ ἔστιν)が議論されるが、オリゲネスの論理としては「聖書は悪霊のペルソナ(立場)から語られているのではなく、聖書自体の直接的かつ客観的な言明(『女はサムエルを見た』等)として語られている」という解釈を採用し、記述の客観的真実性を強調している。

  2. 6τῶν ἅπαξ φθασάντων τὸν κύριον εἰδέναι

    動詞 φθάνω + 不定詞(εἰδέναι)の構文で、「〜するに至る」「〜するまでに達する」の意。ἅπαξ は「一度でも」の意。全体で「一度でも主を認識するに至った者たち」という、信仰に達した人々を指す修飾構造をなしている。

  3. 6ἵνα προφητεύσῃ

    前文の対格不定詞句 οὐ θέλεις αὐτὸν κἀκεῖ καταβεβηκέναι (「彼がそこへも下ったことをあなたは望まないのか」)に続く目的の接続法節。主語は αὐτόν(モーセおよび預言者たち)で、彼らがキリストに先んじてハデスに下り、そこでもキリストの来臨をあらかじめ告げ知らせるという、オリゲネスの「ハデスにおける預言」の議論を支える構文である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg2042.tlg013.humanitext-grc1:6