§7Εἶτα καὶ ἄλλο τι θέλω εἰπεῖν ἀπ’ αὐτῆς τῆς γραφῆς.
然后,我还想从圣经本身说明另一件事。
Σαμουὴλ ἀναβαίνει, καὶ τί τῷ Σαοὺλ λέγει ἑωρακέναι ἡ γυνή;
撒母耳升上来,而那妇人对扫罗说她看到了什么?
οὐ λέγει ἑωρακέναι ἄνθρωπον· ἔπτηξεν τοῦτον ὃν εἰδεν.
她没有说看到一个人;她对自己所看见的那个人感到畏惧。
τίνα ὁρᾷ;
她看见了谁?
θεοὺς ἐγὠ« φησιν »εἶδον, θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς«.
“她说:‘我看见了神明,神明从地里升上来。
καὶ τάχα Σαμουὴλ οὐ μόνος ἀναβέβηκεν καὶ τότε προφητεύσων τῷ Σαούλ· ἀλλ’ εἰκός, ὥσπερ ἐνταῦθα μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ«, καὶ εἰσὶν ἐνταῦθα διατριβαὶ ἁγίων μετὰ ἁγίων, οὐχὶ δὲ ἁγίων μετὰ ἁματρτωλῶν, καὶ εἰ ἄρα ποτέ, ἐστὶ τῶν ἁγίων ἡ διατριβὴ μετὰ τῶν ἁμαρτωλῶν ὑπὲρ τοῦ καὶ τοὺς ἁμαρτωλοὺς σῶσαι, οὕτω τάχα καὶ ἀναβαίνοντι τῷ Σαμουὴλ συναναβεβήκασιν ἤτοι ἅγιαι ψυχαὶ ἄλλων προφητῶν ἢ ἄγγελοι ἦσαν μετὰ τῶν πνευμάτων συναναβεβηκότες.
’”而且或许,撒母耳当时为了向扫罗预言,也并非独自一人升上来;相反,正如“在这里,与圣洁的人在一起,你就会成为圣洁;与无罪的人在一起,你就会成为无罪;与蒙拣选的人在一起,你就会成为蒙拣选的”,并且在这里有圣徒与圣徒的交往,而不是圣徒与罪人的交往,而如果真的有,圣徒与罪人的交往也是为了能拯救罪人,因此,或许在撒母耳升上来时,也有其他先知的圣洁灵魂与他一同升上来,或者是有天使与这些心灵一同升了上来。
τάχα ζητήσεις εἰ ἄγγελοι ἦσαν ἐπὶ τῶν πνευμάτων αὐτῶν;
或许你会问,在他们的心灵之上是否有天使?
ὁ προφήτης λέγει· »ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί«· καὶ πάντα πληροῦται τῶν δεομένων σωτηρίας καὶ »πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν«.
先知说:“‘在我里面说话的天使’”;并且一切都充满了需要救恩的人,而且“‘他们不都是服役的灵,奉差遣为那将要承受救恩的人效力吗?
τί φοβῇ εἰπεῖν ὅτι πᾶς τόπος χρῄζει Ἰησοῦ Χριστοῦ;
’”为什么你害怕说每一个地方都需要耶稣基督呢?
χρῄζει τῶν προφητῶν ὁ χρῄζων Χριστοῦ· οὐδὲ γὰρ Χριστοῦ μὲν χρῄζει, τῶν δὲ εὐτρεπιζόντων Χριστοῦ παρουσίαν καὶ ἐπιδημίαν οὐ χρῄζει.
需要基督的人也需要先知;因为一个人不至于一方面需要基督,另一方面却不需要那些为基督的显现与降临作准备的人。
καὶ Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς ἠν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν μαρτυρίαν λέγοντος· »μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν‘, μὴ φοβοῦ λέγειν ὅτι εἰς ᾅδου καταβέβηκε προκηρύσσων μου τὸν κύριον, ἴνα προείπῃ αὐτὸν κατελευσόμενον.
至于约翰,根据我们救主的见证——他说:“‘在妇人所生的当中,没有一个大过施洗约翰的’”——在妇人所生的当中没有一个比他更大,你不要害怕说他降到了阴间,预先宣告我的主,以便预先说明主也将降下去。
διὰ τοῦτο, ὅτε ἦν ἐν τῇ φυλακῇ καὶ ᾔδει τὴν ἔξοδον τὴν ἐπικειμένην αὐτῷ, πέμψας δύο τῶν μαθητῶν ἐπυνθάνετο, οὐχί· »σὺ εἶ ὁ ἐρχόμενος;
正因如此,当他在监里并知道自己面临的死亡时,他差遣了两个门徒去问,不是问:“‘你就是那要来的吗?
« ᾔδει γάρ), ἀλλά· »σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;
’”(因为他知道),而是问:“‘你就是那要来的,还是我们等候别人呢?
« εἶδεν αὐτοῦ τὴν δόξαν, ἐλάλησεν πολλὰ περὶ τῆς θαυμασιότητος αὐτοῦ, ἐμαρτύρησεν αὐτῷ πρῶτος· »ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν«, εἶδεν αὐτοῦ τὴν δόξαν, δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας«.
’”他曾看见过他的荣耀,曾说了很多关于他的奇妙,曾首先为他作见证说:“‘那在我以后来的,成了在我以前的’”;他曾看见他的荣耀,“‘正是父独生子的荣耀,充充满满地有恩典有真理’”。
τηλικαῦτα ἰδὼν περὶ Χριστοῦ ὀκνεῖ πιστεῦσαι, ἀμφιβάλλει καὶ οὐ λέγει·
看见了关于基督如此伟大的事,他竟然迟疑不信吗?
εἴπατε αὐτῷ· σὺ εἶ ὁ Χριστός;
他怀疑,而不说:“告诉他,你是基督吗?
νῦν μὴ νοήσαντες γάρ τινες τὰ εἰρημένα λέγουσιν· Ἰωάννης ὁ τηλικοῦτος οὐκ ᾔδει Χριστόν, ἀλλ’ ἀπέστη ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον.
” 因为现在有些不理解所说之话的人说:“‘如此伟大的约翰并不认识基督,而是圣灵离开了他。
καὶ ᾔδει τοῦτον, ᾡ ἐμαρτύρησεν πρὸ γενέσεως καὶ ἐφ’ ᾡ ἐσκίρτησεν, ἡνίκα ἠλθεν καὶ ἡ Μαρία πρὸς αὐτόν, ὡς ἐμαρτύρησεν αὐτῶ | | ἡ μήτηρ αὐτοῦ λέγουσα· »ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου«.
’”然而他认识他,在出生前他就曾为他作见证,并且当马利亚来到他那里时他就因他而跳动,正如他的母亲向他见证说: “‘因为瞧,你问安的声音一入我耳,我腹里的胎儿就欢喜跳动。
οὑτος οὐν ὁ σκιρτήσας πρὸ γενέσεως Ἰωάννης, ὁ εἰπών· »οὗτός ἐστι περὶ οὑ ἐγὼ εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν« καί· »ὁ πέμψας με εἶπέ μοι· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον, οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«, οὑτος, φασίν, οὐκέτι ᾔδει Ἰησοῦν Χριστόν;
’”那么,这个在出生前就跳动的约翰,这个曾说:“‘这就是我曾说:那在我以后来的,成了在我以前的’”并且说:“‘那差我来的对我说:你看见圣灵降下来,留在谁身上,谁就是神的儿子’”的约翰,他们说,他不再认识耶稣基督了吗?
ἐν κοιλίᾳ ᾔδει γὰρ αὐτόν.
因为他在母腹里就已经认识他了。
ἀλλὰ δι’ ὑπερβολὴν δόξης ὅμοιόν τι τῷ Πέτρῳ πεποίηκεν.
但由于荣耀的极大,他做了一件与彼得相似的事。
τί ὅμοιον;
什么相似的事?
οὑτος μέγα τι ᾔδει περὶ τοῦ Χριστοῦ.
那个人对基督有极其伟大的认识。
τίς εἰμι;
“‘我是谁?
»τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι«;
人说我是谁?
ὁ δέ· τόδε καὶ τόδε.
’”而彼得回答:是这个是那个。
σὺ δὲ τί;
“‘但你们呢?
»σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«·
’”“‘你是基督,是永生神的儿子。
ἐφ’ ᾡ καὶ μακαρίζεται, ὅτι »σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν« αὐτῷ, »ἀλλ’ ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«.
’”为此他确实蒙了福,因为“‘这不是属血肉的启示’”他的,“‘乃是我在天上的父’”启示的。
ἐπεὶ οὖν μεγάλα ἤκουσεν περὶ Χριστοῦ καὶ μεγάλα ὑπελάμβανεν καὶ οὐ παρεδέξατο τὴν Ε; θείαν τὴν πρὸς αὐτόν· »ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελειωθήσεται« καί· »δεῖ τὸν υὁὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι«, φησίν· »ἵλεώς σοι, κύριε«.
因此,既然他听到了关于基督如此伟大的事,并且抱有极大的设想,他就无法接受关于他的神圣[定规]:“‘看哪,我们上耶路撒冷去,凡写着的事都要成全,’合著:‘人子必须受许多的苦,被祭司长和长老除掉,并且被杀,第三日复活,’”他却说:“‘主啊,万不可如此!
μεγάλα ᾔδει περὶ Χριστοῦ, οὐκ ἠθέλησεν παραδέξασθαι τὸ ταπεινότερον περὶ αὐτοῦ.
’”他知道关于基督伟大的事,却不想接受关于他的那更为谦卑的事。
τοιοῦτόν τινά μοι νόει καὶ τὸν Ἰωάννην.
请把约翰也理解为这样的人。
έν φυλακῇ ἦν μεγάλα εἰδὼς περὶ Χριστοῦ, εἶδεν οὐρανοὺς ἀνεῳγότας, εἶδεν πνεῦμα ἅγιον ἐξ οὐρανοῦ κατερχόμενον ἐπὶ τὸν σωτῆρα καὶ μένον ἐπ’ αὐτόν·
他在监里,对基督有着伟大的认识:他曾看见天开了,看见圣灵从天降临在救主身上并停留在其上。
ἰδὼν τὴν τηλικαύτην δόξαν ἀμφέβαλλεν καὶ τάχα ἠπίστει, εἰ ὁ οὕτως ἔνδοξος καὶ μέχρις ᾅδου καὶ μέχρι τῆς ἀβύσσου κατελεύσεται· διὰ τοῦτο ἔλεγεν·
看见了如此伟大的荣耀,他产生了怀疑,甚至可能不信,这样一个如此荣耀的人,竟然会降到阴间和深渊;正因如此,他才说:“‘你就是那要来的,还是我们等候别人呢?
»σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; «
’”