Humanitext Reader

俄利根 · 论招魂女 §3

关于招回撒母耳之事的异议

第 2 段,共 9 段 · 希腊语

内容简介

奥利金介绍了部分基督徒的反对意见,他们质疑圣经记载的字面真实性,认为像撒母耳这样伟大的先知不可能被女巫召回,也不可能停留在阴间。

§3Καὶ μὴν γοῦν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ.
确实,我们知道我们的一些弟兄反对这圣经记载,并说:“我不相信那女巫。
λέγει ἡ ἐγγαστρίμυθος ἑωρακέναι τὸν Σαμουήλ, ψεύδεται.
女巫声称看见了撒母耳,她在撒谎。
Σαμουὴλ οὐχ ἀνήχθη, Σαμουὴλ οὐ λαλεῖ.
撒母耳没有被召上来,撒母耳没有说话。
ἀλλ’ ὥσπερ εἰσί τινες ψευδοπροφῆται λέγοντες· »τάδε λέγει κύριος« καὶ »κύριος οὐκ ἐλάλησεν«, οὕτως καὶ τὸ δαιμόνιον τοῦτο ψεύδεται, ἐπαγγελλόμενον ἀνάγειν τὸν ὑπὸ τοῦ Σαοὺλ προστασσόμενον.
而是正如有一些假先知说‘主如此说’,而‘主并没有说话’一样,这个魔鬼也在撒谎,它应允召来受扫罗所命令的人。
»τίνα γὰρ ἀναγάγω; « φησίν·
因为她问:‘我为你召谁上来呢?
»Σαμουὴλ ἀνάγαγέ μοι«.
’[扫罗说]:‘为我召撒母耳上来。
καὶ ταῦτα λέγεται ὑπὸ τῶν φασκόντων τὴν ταύτην μὴ εἶναι ἀληθῆ· Σαμουὴλ ἐν ᾅδου;
’”这些话是由那些主张这故事非真实的人所说的:“撒母耳在阴间吗?
Σαμουὴλ ὑπὸ ἐγγαστριμύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀναδείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμα τῷ ἀπογαλακτισθῆναι ἐνδυσάμενος ἐφοὺδ καὶ διπλοΐδα καὶ ἱερεὺς γενόμενος τοῦ κυρίου, ᾡ παιδίῳ ἔτι ὄντι ἔχρημάτισεν ὁ κύριος λαλῶν;
撒母耳被一个女巫召上来,他可是先知中的杰出者,他自出生起就被奉献给上帝,在出生前就被预言将在圣殿中,刚断奶就穿上以弗得和外袍,成为主的祭司,在还是孩童时主就向他说话并赐予神谕?
Σαμουὴλ ἐν ᾅδου;
撒母耳在阴间吗?
Σαμουὴλ ἐν τοῖς καταχθονίοις ὁ διαδεξάμενος Ἡλὶ διὰ τὰ τῶν τέκνων ἁμαρτήματα καὶ παρανομήματα καταδικασθέντα ὑπὸ τῆς προνοίας;
撒母耳在地下死者之中,他是在以里的孩子们的罪恶和违法行为被神圣护卫(摄理)定罪后继承以里的人?
Σαμουὴλ ἐν ᾅδου, οὗ ὁ θεὸς ἐπήκουσεν ἐν καιρῷ θερισμοῦ πυρῶν, καὶ ὑετὸν ἔδωκεν ἐλθεῖν ἀπ’ οὐρανοῦ;
撒母耳在阴间吗? 上帝在收割麦子的季节听从了他的祈祷,使雨水从天降下?
Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά | | τινος ἔλαβεν;
撒母耳在阴间吗,他曾如此坦然无惧地询问自己是否拿了任何人的觊觎之物?
οὐκ ἔλαβεν τὸν μόσχον, οὐκ ἔλαβεν τὸν βοῦν, ἔκρινεν καὶ κατεδίκασεν τὸν λαὸν μένων πένης· οὐδέποτε ἐπεθύμησεν λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου.
他没有拿牛犊,没有拿公牛;他保持着贫穷来审判并定罪这百姓;他从未渴望从如此伟大、如此众多的百姓那里拿取任何东西。
Σαμουὴλ ἴνα τί ἐν ᾅδου;
撒母耳,为什么要留在阴间?
ὁρᾶτε τί ἀκολουθεῖ τῷ Σαμουὴλ ἐν ᾅδου;
你们看到如果撒母耳在阴间,会得出什么结论吗?
Σαμουὴλ ἐν ᾅδου;
撒母耳在阴间吗?
διὰ τί οὐχὶ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ᾅδου;
为什么亚伯拉罕、以撒和雅各不在阴间呢?
Σαμουὴλ ἐν ᾅδου;
撒母耳在阴间吗?
διὰ τί οὐχὶ καὶ Μωσῆς ὁ συνεζευγμένος τῷ Σαμουὴλ κατὰ τὸ εἰρημένον· οὐδὲ ἐὰν στῇ Μωσῆς καὶ Σαμουήλ, οὐδὲ ἐκείνων;
为什么与撒母耳并提的摩西也不在阴间呢,正如所说:‘即使摩西和撒母耳站立,也不听从他们’?
Σαμουὴλ ἐν ᾅδου;
撒母耳在阴间吗?
ἵνα τί μὴ καὶ Ἱερεμίας έν ᾅδου, πρὸς ὃν εἰρηται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«;
为什么耶利米也不在阴间呢,对他曾有话说:‘我未将你造在腹中,我已晓得你;你未出母胎,我已分别你为圣’?
ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου.
以赛亚在阴间,耶利米在阴间,所有的先知都在阴间,在阴间吗? ”

词汇与语法注释

  1. §3ἀντιβλέψαντας — 认知动词 `ἴσμεν`(`οἶδα` 的第一人称复数)的直接宾语 `τινάς` 的宾语补足语(分词作补足语),构成“我们知道我们的一些弟兄正在……”的句式。
  2. ¦175r¦καταδικασθέντα — 这是一个中性复数宾格的无定过去时被动分词,在性、数、格上与前行的中性名词 `ἁμαρτήματα`(罪)和 `παρανομήματα`(违法行为)一致。它表示是那些“罪恶与违法行为本身被神圣护卫(摄理)所定罪”。
  3. ¦20¦διὰ τί οὐχὶ — 这是一个省略了系动词的反问句,与后文的 `ἐν ᾅδου` 连用,意为“为什么亚伯拉罕、以撒和雅各不也同样在阴间呢?”这是一种归谬法的论证,暗示如果撒母耳在阴间,那么族长们也必然在阴间。

引用这一段

俄利根, 论招魂女 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg013.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。