Humanitext Reader

俄利根 · 论招魂女 §4

圣经叙事者与撒母耳显现的真实性

第 3 段,共 9 段 · 希腊语

内容简介

针对否认被召上来的是真正的撒母耳这一相反论点,作者通过考察圣经本身的叙事结构(话者身份)展开反驳,指出被信为圣灵所著的圣经叙事直接写明被看见和说话的就是撒母耳本人。

§4Ταῦτα μὲν ἐρεῖ ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς·
不愿接受这争论——即被召上来的确实是撒母耳——的人,会说这些话。
ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις.
但在听取(阅读)圣经时应当持平,即便那个论点在我们耳边听起来极有说服力、且确实有能力使我们动摇和不安,让我们来看看,不接受这一点的人是否真正理解了圣经,或者他虽然从公认的前提(常识)出发进行论证,却说了与经上所记相反的话。
τίνα γάρ ἐστιν τὰ γεγραμμένα;
因为经上所记的是什么呢?
»καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;
‘女人说:我为你召谁上来呢?
‘τίνος πρόσωπόν ἐστιν τὸ λέγον· »εἶπεν ἡ γυνή«;
’ 说出‘女人说’的,是谁的身份(话者)呢?
ἀρα τὸ πρόσωπον τοῦ ἁγίου πνεύματος, ἐξ οὗ πεπίστευται ἀναγεγράφθαι ἡ γραφή, ἢ ἄλλου τινός;
难道是被信为圣经撰写源头的圣灵的话者身份,还是其他人的呢?
τὸ γάρ διηγηματικὸν πρόσωπον πανταχοῦ ὡς ἴσασιν καὶ οἱ περὶ παντοδαποὺς γενόμενοι λόγους) ἐστὶ πρόσωπον τοῦ συγγραφέως· συγγραφεὺς δ’ ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους.
因为(正如那些熟悉各种文献的人也知道的)叙事性的话者在任何地方都是作者的話語身分;而在这些话语中,作者被信为不是人,而是推动了人们的圣灵才是作者。
οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει· »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;
因此圣灵说道:‘女人说:我为你召谁上来呢?
καὶ εἶπεν· Σαμουὴλ μοι«.
他说:为我召撒母耳。
τίς λέγει· »καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ λέγουσα«;
’ 是谁说:‘女人看见撒母耳,女人就大声呼喊说’?
ἐροῦμεν πρὸς ἐκεῖνον τὸν τοσαῦτα ἡμῶν καταβομβήσαντα καὶ μυρία εἰρηκότα ὡς ἄρα Σαμουὴλ οὐκ ἠν ἐν ᾅδου· »εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ«, ἡ διηγηματικὴ φωνὴ τοῦτο ἔφησεν, »καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ καὶ εἶπεν πρὸς Σαούλ·
我们将对那在我们耳边大肆喧嚷、说了无数的话证明撒母耳根本不在阴间的人说:‘女人看见了撒母耳’——这是叙事的声音所说的话;‘女人就大声呼喊,对扫罗说:你为什么欺骗我呢?
ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.
你就是扫罗。
καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί γάρ ἐστιν;
王对她说:有什么事呢?
μὴ φοβοῦ· τί ἑώρακας;
不要怕,你看见了什么?
καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν Σαούλ· θεοὺς εἶδον ἀναβαίνοντας ἐκ τῆς γῆς.
女人对扫罗说:我看见神明从地里上来。
καὶ εἶπεν αὐτῇ· τί τὸ εἶδος αὐτοῖς;
扫罗说:他们是什么形状?
καὶ εἶπεν αὐτῷ· ἀνὴρ πρεσβύτερος ἀναβαίνων, καὶ αὐτὸς περιβεβλημένος διπλοΐδα ἐφούδ«.
她说:有一个老年人上来,身穿外袍以弗得。
λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον τὸ ἱερατικόν.
’ 这表明她也看到了祭司的衣袍。
οἶδα δὲ ὅτι ὁ ἐκ τοῦ ἐκ τοῦ] λόγου λέγει· »οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
但我知道那持相反论调的人会说:‘这不足为奇,因为连撒但也装作光明的天使。
οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης«.
所以,他的差役若装作仁义的差役,也不算大事。
ἀλλὰ τί ἐστιν ὅπερ »εἶδεν ἡ γυνή«;
’ 但那‘女人所看见的’是什么呢?
»τὸν Σαμουήλ«.
是‘撒母耳’。
καὶ διὰ τί οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον, ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;
那为什么不写着:女人看见了一个假装是撒母耳的魔鬼呢?
ἀλλὰ γέγραπται ὅτι »ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν«.
反而记着说:‘扫罗知道是撒母耳。
εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ.
’ 如果不是撒母耳,本该写成:‘扫罗以为他是撒母耳。
νῦν δὲ γέγραπται· »ἔγνω Σαούλ«, οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν·
’ 但现在写着:‘扫罗知道’,而没有人能知道不存在的事物。
»ἔγνω« οὐν »Σαοὺλ ὅτι Σαμουήλ ἐστιν« »καὶ ἔπεσεν | | ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν‘.
因此‘扫罗知道是撒母耳,就脸伏于地下拜’。
εἶτα πάλιν τὸ πρόσωπον τῆς γραφῆς· »καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;
然后又是圣经的话者身份说:‘撒母耳对扫罗说:你为什么召我上来,扰乱我呢?
« εἶπεν‘φησὶν ἡ γραφὴ ᾗ δεῖ πιστεύειν) »εἶπεν Σαμουήλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;
’ ‘说’,(我们必须相信的)圣经说道,‘撒母耳说:你为什么召我上来,扰乱我呢?
« εἶτα πρὸς τοῦτο ἀποκρίνεται Σαούλ· »σφόδρα οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀπέστη ἀπ’ ἐμοῦ καὶ οὐκ ἀπεκρίθη μοι ἔτι, καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω«.
’ 对此扫罗回答说:‘非利士人极力攻击我,上帝也离开了我,不再借先知或梦回答我;所以我召你来,要你指示我该怎么做。
πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ’ ὅτι αὐτὸς Σαμουὴλ ἔφη· »καὶ ἵνα τί ἐπηρώτησάς με; καὶ κύριος ἀπέστη ἀπὸ σοῦ((.
’ 圣经再次没有用别的说法,而是说撒母耳自己说:‘耶和华既离开你,你又何必问我呢?
ἀληθεύει ἢ ψεύδεται ταῦτα λέγων· κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός, καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς;
’ (如果他是魔鬼)他说这些话是在说真话还是在撒谎:‘耶和华已经离开你,与你为敌,并且照着他借我手所说的话,为自己立了别人,从你手里夺去国度’? 魔鬼会针对以色列的国度做这样的预言吗?
τί φησιν ὁ ἐναντίος λόγος;
相反的论点会说什么呢?
ὁρᾶτε ὅσος ἀγών ἐστιν ἐν τῷ λόγῳ τοῦ θεοῦ, χρείαν ἔχων καὶ ἀκροατῶν δυναμένων ἁγίων ἀκούειν λόγων, μεγάλων καὶ ἀπορρήτων τῶν περὶ τῆς ἐξόδου, ἔτι ἐπαπορουμένων τε τῶν προτέρων οὐδὲ τῶν δευτέρων σαφῶν ὄντων.
你们看到上帝的话语中存在着多么伟大的争论(探求),这需要能够听取关于离世(死后世界)之伟大而奥秘的圣言的听众;因为先前的问题依然存疑,而后面的问题也并不明朗。

词汇与语法注释

  1. §4ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς — ὅτι从句与ἀγῶνα(争论、难题)同格。它说明了该争论或解释上的困难的具体内容,即“被召上来的确实是撒母耳”这一主张。
  2. 30καταβομβήσαντος ἡμῶν τοῦ λόγου — 独立属格结构。ἡμῶν(我们)是复合动词καταβομβέω(在耳边嗡嗡作响、喧嚷)的宾格性属格,隐喻地表达了相反论点对听众所产生的强烈(且刺耳的)说服效果。
  3. 20λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον — 带冠词不定式结构。λέγει(说、表明)的主语在文脉中被理解为“圣经(ἡ γραφή)”或“叙事者”。αὐτήν(她)作不定式ἑωρακέναι(看见)的主语(对格)。
  4. 25οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν — 基于“没有人能认识(确知)不存在的事物”这一认识论原理的论证。因为动词ἔγνω(知道、认出)蕴含着对真相的把握(γνῶσις)而非单纯的误解(δόξα),作者以此为据指出,如果被召上来的只是魔鬼的幻影而非撒母耳本人,圣经绝不会写成“扫罗知道(ἔγνω)”。

引用这一段

俄利根, 论招魂女 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg013.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。