Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.754-1.836

玛利亚为彼得代祷与耶稣的宽恕

第 11 段,共 32 段 · 希腊语

内容简介

玛丽亚诉说自身的痛苦,却在耶稣的神圣关怀中获得安慰,并为彼得求情。耶稣应允了她的请求,宽恕了彼得,并劝诫他们不要仇恨迫害者。

§1.754ψυχὴν διέφθαρκ’·
这惨剧摧毁了我的灵魂。
οἴχομαι γοῦν, τοῦ βίου
我已万劫不复。
§1.755χάριν μεθεῖσα κατθανεῖν χρῄζω, Τέκνον· §1.756καὶ γὰρ ἔρημος ἄπολις τε τρύχομαι, §1.757οὐ μητέρ’, οὐκ ἀδελφὸν οὐδὲ συγγενῆ §1.758μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
我放弃对生命的眷恋,只求死去,孩子啊;因为我孤立无援,流离失所,身心交瘁,没有母亲,没有兄弟,也没有亲属能帮我从这场灾难中寻得避难之所。
§1.759Κἂν μὴ τάχιστ᾿ ἴδω σε, πῶς οἴσω, Τέκνον;
若不能尽快见到你(复活),我怎能承受,孩子啊?
§1.760Ἀλλ’, ὦ φίλ’ Υἱὲ, μή μ’ ἔρημόν σου λίπῃς.
但是,亲爱的儿子,不要丢下我一个人承受没有你的孤独。
§1.761Θάρσησον· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι, §1.762τὸ σὸν δ’ ἄραρε μᾶλλον· ἐξηγοῦ Θεὸν· §1.763εὕρημα δ’ οὐκ οἶσθ’ οἷον εὕρηκας τόδε· §1.764θήσω γὰρ αὖ σοι δῶρ’, ἃ καλλιστεύεται §1.765ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει.
振作起来;因为我会妥善安排这些,你的处境将更加稳固;将神视为引导;你并不知道你在此处获得了怎样宝贵的发现(收获);因为我将为你备下礼物,那是在天、在地以及在一切被造物中最美的礼物。
§1.766Πολλῶν δ’ ἕκατι τήνδε σοι δώσω χάριν.
因着诸多缘由,我必将这恩泽赐予你。
§1.767Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις.
我信服,决不怀疑你所说的话。
§1.768κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γινώσκω καλῶς· §1.769ἐγώ σ᾿ ἔτικτον, οἶδα δ’, ὡς ἐγεινάμην· §1.770ὑπερτερεῖ δ’ ἄλγημα τῶν ἐγνωσμένων.
我深知这对我而言是最好的安排;我孕育了你,也深知我是如何生下你的;然而,眼前的痛苦超出了所有已知的体验。
§1.771Ἀλλ’ ἄντομαι σε τοῦδε πρὸς σωτηρίου §1.772πάθους, φέροντος ἀπάθειαν τῷ γένει, §1.773μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι, §1.774οἴκτειρον, οἴκτειρόν με τὴν δυστλήμονα §1.775καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς, §1.776δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον, §1.777ἢν θᾶσσον οὐ βούλοιο σὴν δίκην κρίναι.
但我凭着这救赎的、为我们人类带来无苦无难境界的受难向你哀求,并以母亲的身份,抱住你的双脚,怜悯我,怜悯我这个不幸的人,不要让我被抛弃,在没有你的孤独中生活,而是将我作为居所的客旅,接纳在你的土地和房屋中,若你不想过快地施行你的审判。
§1.778Οὕτως ἔρως σοι πρὸς Πατρός τελεσφόρος §1.779σκοποῦ γένοιτο, καὶ θανόνθ’ ἑκουσίως §1.780ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ, §1.781ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους· §1.782τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ᾿ ἐμοὶ, §1.783σύ τ᾿ αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς §1.784γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει.
愿你对天父那达成终局的爱,如此实现其目的,并愿我能看见甘愿死去的你,在第三日从死里复活,正如你自己曾多次对你的朋友们所说的那样;因为如此一来,一切对我而言都更为安妥,而你,作为福乐天父的福乐孩子,在彰显之后,将被所有被造物所歌颂。
§1.785Μὴ γοῦν διάξω λυπρὸν εἰς μακρὸν βίον, §1.786ὄχλος δ’ ἀλαστόρων γε τίσει τὴν δίκην §1.787τὸν Δεσπότην κτείνας σε γῆς τε καὶ πόλου.
因此,愿我不要在痛苦中虚度余生,愿那群杀害了你这位天地之主的、该受惩罚的人偿还罪责。
§1.788Οὑτοι γὰρ, ὡς ἔδρασαν, εὕρωσιν κακὰ, §1.789ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς· §1.790ἀλλ’ οὐ γὰρ αὐτῶν φροντίδ’ ὡς τέκνων ἔχω, §1.791μή πως πάθωσιν οἱ προσήκοντες σφίσι, §1.792πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον· §1.793ἀλλ᾿ αὐτὸς, ὦ σπλάγχνον, θεηγενὲς φάος, §1.794κάτειργε, κατάπαυσον, ἔξελ’ ἐκ φόνου §1.795ἐγκατάλειμμα σπέρματος πεφιλμένου.
愿他们因自己的所作所为而自食恶果,就如那些不虔敬的凡人所遭遇的祸害一般;但我并不是像对自己的孩子那样担心他们,只是不想让他们的亲属遭受痛苦,去承担那杀害父亲的不敬虔之罪带来的恶果;但是你,我的骨肉,神圣光芒,求你克制、平息,并从血腥中救出所爱之子孙的余民。
§1.796Αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι, §1.797πολλῶν δ’ ἕκητι τήνδε σοι δοῦναι χάριν §1.798ἐγὼ πρόθυμός εἰμι, κοὐκ ἂν ἐκπέσῃς.
妇人啊,我赞许这些话,亦不指责那些话(复仇之愿),因着诸多缘由,我乐意将这恩泽赐予你,你绝不会被抛弃。
§1.799Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ, §1.800αὐτή τε γνοίης ζημίας ἀντιστροφὴν, §1.801ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας.
因为我将全力协助你达成这一目标,你也会亲眼看到损失的逆转,从而从这种沮丧中解脱出来。
§1.802Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς· §1.803Ὠ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης· §1.804τὸ δ’ εὐγενές σου τῶν φρενῶν σῶον μένει· §1.805ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις·
啊,你那高贵而善良的心灵;孩子啊,你被套上了怎样深重的灾难;但你心灵的高贵依然完好无损;你总是为我带来何等深切的眷顾!
§1.806Ταῦτ᾿ ἐννοηθεῖσ᾿ ᾐσθόμην ἀβουλίαν §1.807πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη §1.808μάτην θ’ ἑαυτῇ πρὸς λόγους ἀφικόμην.
想到这些,我才发觉自己先前是多么愚蠢,一直在徒劳地悲伤,徒劳地独自在心中沉思默想。
§1.809Πολυστόνων ἄϊον ἰαχὰν γόων, §1.810φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων.
我听到了充满悲叹的号哭之声,听到了声音,听到了悲叹的呼喊。
§1.811θεοκλυτεῖ δ’, ὡς ἄρα δεινά τις παθών.
他向神呼求,仿佛遭受了极可怕的灾难。
§1.812Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος, §1.813σκυθρωπὸς, οἰκτρὸς καὶ κατανενυγμένος, §1.814θεοκλυτεῖ τις δ’ ὡς κακὸν ῥέξας μέγα.
看啊,那名声显赫的彼得正走来,面容阴郁、可怜且深感愧疚,他向神呼求,就像一个犯了滔天大罪的人。
§1.815Τί, Πέτρε, θρηνεῖς;
彼得,你为何哀哭?
Δείν’ ἔπραξας, ἀλλ’ ὅμως §1.816ἔτ᾿ ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν.
你做了可怕的事,但即便如此,你依然有希望获得对这些罪过的宽恕。
§1.817Ὠ Τέκνον, ὠ φίλτατον, ὦ Θεοῦ Λόγε, §1.818σύγγνωθ’· ἁμαρτεῖν δ’ εἰκὸς ἄνθρωπον, Τέκνον, §1.819καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας.
孩子啊,最亲爱的孩子,神的言说(逻各斯)啊,请宽恕吧;孩子啊,凡人难免犯错,彼得也是因为惧怕群众才犯下了罪错。
§1.820Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε· §1.821λύω δὲ Πέτρῳ σφάλμα χρῃζούσης σέθεν· §1.822καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις §1.823σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
现在在忍耐中离去吧,童贞的母亲;因着你的恳求,我赦免彼得的罪错;因为过去我也曾听从你的话语,这皆因你的虔敬与善良的心灵。
§1.824Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· §1.825ἕλκει δὲ καὶ δάκρυα πολλήν μου χάριν §1.826καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων.
对我而言,你的眼泪无需多言;因为它们确实从我这里引来了极大的恩泽,并解开了罪愆的一切束缚。
§1.827Σοί τ᾿ αὐ παραινῶ· μηδένα βροτῶν στύγει, §1.828μηδ’ οἱ μ’ ἀπῃώρησαν ἀνόμως ξύλῳ
我也同样劝诫你(彼得):不要憎恨任何凡人,哪怕是那些不法地将我悬挂在木头上的人。
§1.829Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί· §1.830ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει §1.831οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ.
啊,你那永远最为仁慈的心灵;即便在受难之时,你也不对人类抱有恶念,亦不对那些将你钉在木头上的人动怒。
§1.832Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον;
孩子啊,谁能承受你愤怒的烈火?
§1.833ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν;
又有谁能抵挡你的义愤?
§1.834Ἄπιθ’ ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου· §1.835ὧνπερ γὰρ οὕνεκ’ εἰς ἐμοὺς ἧκες λόγους, §1.836τὰ μὲν πέπρακται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
离去吧,现在从仇敌的包围中离去吧;因为你前来与我对谈的目的,有些已经成就,其余的我也必将心留。

词汇与语法注释

  1. 1.758μεθορμίσασθαι — 动词 μεθορμίζω(移锚、使避难)的动词不定式,在此处修饰前文的 ἔχουσα,表示“没有(母亲、兄弟等)能帮我从这场灾难中寻求避难”的形容词性目的用法。
  2. 1.777ἢν θᾶσσον οὐ βούλοιο — 条件连词 ἢν(相当于 ἐάν)在此处没有接常规的虚拟语气,而是接了无 ἄν 的祈愿语气 βούλοιο。这脱离了古典希腊语的语法规则,反映了拜占庭时期希腊语诗歌中条件从句语气的混用。此外,在条件从句中直接使用否定词 οὐ 而非 μή,也是后期希腊语的典型特征。
  3. 1.792πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον — 分词 ἐκπράσσοντες(源自 ἐκπράσσω)既可指“追讨惩罚(复仇)”,亦可指“承担后果(遭报应)”。结合上下文玛丽亚对无辜子孙后代的担忧,此处解释为“(子孙因)承担父辈不敬虔杀戮的恶果(而遭受灾祸)”最契合文意。
  4. 1.821χρῃζούσης σέθεν — 代词 σέθεν 是第二人称单数属格 σοῦ 的诗意形式。与现在分词阴性单数属格 χρῃζούσης 一起构成属格独立结构,表示原因或条件,意为“因你的恳求”或“既然你如此期望”。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.754-1.836. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.754-1.836

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。