Humanitext Reader

纳齐安的贵格利 · 受难的基督 §1.837-1.922

耶稣的断气与玛利亚对遗体的哀恸

第 12 段,共 32 段 · 希腊语

内容简介

耶稣在临终前向玛利亚作了短暂的告别,在发出一声震撼的呼喊后断气。面对面目全非的儿子遗体,玛利亚陷入了极深的绝望,甚至渴望与祂同死,但她依然对耶稣所承诺的第三日复活抱有一丝希望,并赞美着孩子无尽的美丽与慈爱。

§1.837Ἐνταῦθα μέν σοι τῶνδ’ ἀπαλλάσσω λόγον.
在这里,我就这些事结束与你的谈话。
§1.838Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν᾿ ἐγώ·
看来事情已成定局,悲伤的我啊!
§1.839Αἲ αἴ·
哎呀,哎呀!
τίν’ ἐκφωνεῖς φρικώδη τήνδ’ ὄπα §1.840γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία;
你发出了怎样令人毛骨悚然的声音,你这全然是甘甜与喜乐的人啊?
§1.841Τίνος γε διψῶν ἀπεγεύσω πικρίας;
你究竟在渴望着什么苦涩,竟去尝了它?
§1.842Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα.
如今你又一次大声呼喊,说你极度干渴。
§1.843κραυγῆς ἀκούσασ’ ἐκπέπληγμαι παντλάμων §1.844ἐγώ· τὸ μέντοι πρᾶγμ’, ἐφ’ ᾧ τανῦν στένεις. §1.845οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
听到这呼喊,我这饱受痛苦的人惊恐万分;然而你如今为此呻吟的事,我并不知道,但我极想听你亲口说出。
§1.846Φθέγξαι τι, δεῦρ’ ἄθρησον.
请说点什么,看看这里吧!
Ἰώ μοι κακῶν·
哀哉,我的灾祸啊!
§1.847Τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν;
为何,为何你的眼睛和肌肤如今都已消瘦枯萎?
§1.848Σιγήσατ’, ὦ γυναῖκες, ἐξειργάσμεθα· §1.849ἐπίσχετ᾿ αὐδήν· Παῖδ’ ἐρωτῆσαι θέλω·
安静吧,女人们啊,我们完蛋了;压低声音,我想问问我的孩子。
§1.850ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου, §1.851ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν. §1.852μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν.
因为我见他已临近死亡;是的,是的,我看见他垂下了至尊的头颅,轻易地离开了这短暂的相伴。
§1.853Ἔα, τί λεύσω;
呀,我看见了什么?
σὸν δέμας νεκρὸν, Τέκνον, §1.854ἀθρῶ, μεγίστου θαύματος τόδ’ ἄξιον, §1.855ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα §1.856φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ, §1.857οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη §1.858φρικῶδες ἀντεφθέγξατ᾿, εἰσορῶσι δὲ §1.859θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο,
你的尸身,孩子啊,我正注视着——这真是值得最大的惊异—— 他刚才还在向父亲呼求,用震动大地边际的洪亮声音,整个大地充斥着这声音,发出惊恐的回响,而在观看的人看来,那展现出的景象超越了双眼所能承受的极限。
§1.860ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε §1.861οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
我刚才见到的他,看见这光芒还未有久远的时光。
§1.862Τί χρῆμα πάσχεις;
你遭遇了什么事?
τῷ τρόπῳ διόλλυσαι, §1.863Τέκνον;
你是以何种方式死去的,孩子啊?
πυθέσθαι βούλομαι σέθεν πάρα.
我想从你那里得知。
§1.864Ἡ γὰρ ποθοῦσα καρδία πάντ᾿ εἰδέναι §1.865κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
因为那渴望知晓一切的心,即使在灾祸之中,也暴露出其贪婪。
§1.866Ἑ ἒ ἒ ἒ
唉,唉,唉,唉!
§1.867Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις;
这些事情与先前预言的相符吗?
§1.868Αἲ αἴ·
哎呀,哎呀!
τί δράσω;
我该怎么办?
καρδία γὰρ οἴχεται.
我的心已经碎了。
§1.869Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν τέκνου· §1.870χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον, §1.871δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θίγειν·
妇女们啊,我看不见孩子那往常明亮的面容;因为他改变了脸色和那奇异的美,真是可怕的景象;而且令人害怕去触碰尸体。
§1.872διδάσκαλον φέρω γὰρ ἀστέρων πάθος, §1.873γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας.
因为星辰的受难、大地边际的震动以及崩裂的岩石,都成了我的导师。
§1.874χωρεῖτε χωρεῖτ’·
走开,走开!
οὐκέτ᾿ εἰμὶ προσβλέπειν §1.875οἵα πρὸς αὐτὸν, ἀλλὰ νικῶμαι πόνοις.
我再也无法望着他,而是被痛苦所击败。
§1.876Καὶ ξυνιῶ μὲν, οἷα ταῦτ᾿ ἔσται τάχει, §1.877λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
我确实明白这些事很快会如何,但悲伤甚至强过坚定的希望。
§1.878Παῖ Παντáνακτος, πῶς ἐς ᾄδου νῦν δόμους §1.879οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων;
万物之王的孩子啊,你如今怎能前往哈得斯的府邸,竟是因为始祖们的死亡?
§1.880αἴφνης δ’ ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως §1.881ψυχήν· μόρος γὰρ οὔποτ᾿ ἦν ὑπέρτερος, §1.882εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ᾿ ἑκουσίως.
你突然飞逝,仿佛自愿放下了灵魂;因为死亡绝不可能战胜你,除非你自愿将灵交托给父亲。
§1.883Ἤκουσ’, ἔκλυον σὴν ὄπα πρὸς Πατέρα.
我听到了,我听清了你对天父说的话。
§1.884Τίνος δ’ ἕκατι γῆς σ’ ἀποστέλλει Πατήρ;
天父因何缘故让你离开这大地?
§1.885τί σ᾿ ὧδ᾿ ἀτίμως ἠθέλησε τεθνάναι,.
为什么祂要你如此屈辱地死去?
§1.886τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν §1.887τέθεικας;
为何你让生养你的母亲失去你而孤独?
οἴμοι, συνθάνοιμί σοι, Τέκνον·
唉,孩子啊,但愿我能与你同死!
§1.888Ἰδοὺ τέθνηκας, τὶς με δέξεται πόλις;
看啊,你已经死了;哪座城市会接纳我?
§1.889τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους §1.890ξένος παρασχὼν ῥύσεται δέμας τόδε;
有哪位外邦人能提供安全的土地和可靠的家园,来拯救我这具身躯?
§1.891Οὐκ ἔστι.
并不存在这样的人。
Μείνω σ’ οὖν ἔτι σμικρὸν χρόνου, §1.892ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω, §1.893ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων,
因此,我还要再等候你片刻,看看能否见到那光芒耀眼的第三日,正如你亲口所说、预示从死里复活那样。
§1.894κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι, §1.895κἂν νῦν νέκυν βλέπουσ’ ἀπῃωρημένον §1.896στένω’μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας·
我深信并怀揣着这些希望,纵然如今看着你那悬挂着的遗体,我因你的离去而哀叹自己,更甚于哀叹你。
§1.897ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
因为你毁了我,更甚于你自身的消亡。
§1.898Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός·
孩子啊,但愿我能替你成为一具尸体!
§1.899ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου.
我完了,孩子啊,生命对我已无半点欢愉。
§1.900Αἲ αἴ·
哎呀,哎呀!
κατ᾿ ὄσσων κιχάνει μ᾿ ἤδη σκότος· §1.901ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους·
黑暗已经笼罩了我的双眼;我已灭亡,甚至渴望着阴间的居所。
§1.902τὸ κατὰ γᾶς θέλω.
我向往那地底深处。
τὸ κατὰ γᾶς κνέφας §1.903τανῦν μετοικεῖν, σῆς θέας στερουμένη.
如今我想迁入地底的幽冥之中,因我已被剥夺了见你的机会。
§1.904Δύστηνος, οἷον ἔσχον ἄρτ᾿ ἄλγημ᾿ ἐγὼ,
不幸的我啊!
§1.905οὐ τλητὸν οὐδὲ ῥητον, ἀλλ’ ἀπωλόμην.
我刚才承受了怎样的痛苦,既无法忍受也无法言表,而我已然毁灭。
§1.906Πῶς δ’ ἐξ ἀναύδου καὶ μύσαντός ὄμματα §1.907ἕξω παρηγόρημα, μήτηρ παντλάμων;
而面对无言且闭上双眼的你,我这个饱受痛苦的母亲,又怎能得到抚慰?
§1.908Ἄλλως σ’ ἄρ’ αὐτὴ, Τέκνον, ἐξεθρεψάμην, §1.909ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις;
难道我白白抚养了你吗,孩子啊,你可是向所有人慷慨分发粮饷的人啊?
§1.910μάτην τ᾿ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, §1.911φεύγουσα χεῖρας τῶν φονώντων σοὶ, Τέκνον, §1.912ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων;
难道我白白辛苦、被劳苦摧残,只是为了躲避那些企图杀害你的人的双手吗,孩子啊,从你那非凡降生的最初开始?
§1.913Ἀλλ’ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω.
但我不这么认为,哪怕我正哀叹流泪。
§1.914Ἐγώ σ’ ἔτικτον, οἶδα δ’ ὥς σ’ ἐγεινάμην·
我孕育了你,也深知我是如何生下你的。
§1.915ὅθεν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας §1.916ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ᾿ ἐμὲ §1.917καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, §1.918ζηλωτὸν ἀνθρώποισιν·
曾经,不幸的我曾在你身上寄托了最大的希望,盼望你供养我的晚年,并在我死后,用你的双手将我妥善安葬,那本是令人羡慕的福分。
οὐδ’ ὄλωλε μοι §1.919ἐλπὶς γλυκεῖα σοῦ, Τέκνον, τεθνηκότος.
并且,孩子啊,即使你已死去,我对你那甘甜的希望也未曾消逝。
§1.920Ὦ φθέγμα γλυκὺ, γλυκὺ χάρμα μοι φέρον, §1.921ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη §1.922ὡραιότης ἄρρητός ὑπὲρ πᾶν γένος.
啊,甜美的声音,给我带来甘甜的喜乐,啊,最亲爱的容颜,啊,那令人渴望的、超越一切人类的、无可言表的美丽!

词汇与语法注释

  1. 1.839γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία — 主格名词短语在此处起呼格作用,伴随现在分词 ὤν,对被呼唤者(基督)进行同位语式的叙述。
  2. 1.874οὐκέτ᾿ εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτὸν — 此处的 οἵα 代替了 οἵα te(即 οἷός te εἰμί 的阴性单数形式,小词 te 被省略)。它与 εἰμί 结合表示能力或可能性(“我不再能够……”),支配不定式 προσβλέπειν。
  3. 1.896στένω ’μὲ μᾶλλον ἢ σὲ τῆς ἀπουσίας — 动词 στένω(哀叹)的直接宾语是宾格的 ’μὲ(= ἐμέ)。后面的属格短语 τῆς ἀπουσίας 起原因属格的作用,表示哀叹的缘由(“因你的离去,我哀叹自己甚于哀叹你”)。
  4. 1.919σοῦ... τεθνηκότος — 由人称代词 σοῦ 和完成时分词 τεθνηκότος 构成的属格独立分词结构(genitive absolute)。由于其逻辑主语与主句主语(ἐλπίς)不同,在此处起状语作用,表示让步(“尽管你已死去”)。

引用这一段

纳齐安的贵格利, 受难的基督 §1.837-1.922. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.837-1.922

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。